no image
DDbDP-text
Letter of Apollonius to Artemas via HGV-meta
Letter from Apollonios to Artemas about money, oil and camels. A private letter from Apollonios to his 'brother' Artemas at Oxyrhynchus in the 3rd century AD. He reports payments, complains about Artemas' expensive oil purchases, defends himself against accusations of abuse and of detaining a camel, mentions trouble over the camels of Koptos, and criticizes Artemas' in-laws. machine translation
Linked by Trismegistos ID
TM 30385.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀπολλώνιος Ἀρτεμᾷ τῷ ἀδελφῷ χαίρειν.
πρὸ μὲν παντὸς εὔχομαι πᾶσι τοῖς θεοῖς τὰ ἐν βίῳ
σοι κάλλιστα ὑπαρχθῆναι· καὶ νῦν τῷ ἀδελφῷ σου ἔδωκα δραχμὰς φ καὶ τῷ Πτολεμαίῳ ἤδη
μετεβαλόμην ἀπὸ μέρους, καθὼς ἠθέλησεν. θαυμάζω δὲ ὅτι εἰς μὲν ἔλαιον
τὸ τοσοῦτο ἀργύριον ἐχώρησαι. ἓξ δὶς ἔβαλες· ἐνθάδε γὰρ τὸ Ἀμμωνιακὸν δραχμῶν σκ,
τὸ δὲ Αὐαστικὸν δραχμῶν σ· ὅθεν εἰ εἰς ἄλλην
χρείαν λαμβάνεις δυναμένην ἡμᾶς
ὠφελῆσαι, καλῶς ποιεῖς. ἔγραψας δέ μοι
ὡς ἐμοῦ σε κατακόπτοντος ἄποντα,
καὶ τοῦτο δὲ χείρω τῶν πρώτων. εἰ
γὰρ ἀπαρτὶ ἐπίστασαί μου τὴν γνώμην,
οὐκ ὀφείλεις ἄνθρωπος κρίνεσθαι. καὶ ἄλλοτέ σοι ἔγραψα ὅτι οὔτʼ ἐγὼ τὸν κάμηλον
Ἑρμία κατέσχον οὔτε ἄλλου τινός. εἰ δὲ
ταῦτα θέλεις με γράφειν, γράφω σοι. τάχα γὰρ
οὐκ ἀναγιγνώσκεις ἅ σοι γράφω. ὅσα δὲ
ἔπαθον ἐνθάδε χάριν τῶν καμήλων
τῆς Κόπτου ὅ τε Ἀμμωνᾶς καὶ ὁ αὐτοματάρις Ἀνθρωπᾶς καὶ οἱ ἄλλοι πάντες δύνασαι ἀκοῦσαι ἀπὸ τοῦ ἀδελφοῦ σου. οἱ
δὲ γαμβροί σου οἱ κατάρατοι στρηνιῶσι
καὶ πολλὰ ὑπὲρ αὐτῶν προῆλθον χάριν
σοῦ. ἐὰν[…]…[…]……
[…]… βουλὴν ἔχω, ἐρῶ σοι. ἵνα μὴ δοκῶ
πολλὰ γράφειν, ἐρρῶσθαί σε εὔχομαι.
τὸν τυφλὸν ὁ ἀδελφός σου ἠνάγκασέ με πωλῆσαι·
[v]
Ἀρτεμᾷ παρὰ Ἀπολλωνίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.