no image
DDbDP-text
Apollonius to Sarapodorus via HGV-meta
Letter from Apollonios to the exegetes Sarapodoros on civic and business matters. A private and business letter from Apollonios to Sarapodoros, an exegetes at Oxyrhynchus, about Andromachos' request concerning his gymnasiarchy, the low price of wine, goods held by contractors from Antinoopolis, rugs, and an appeal that must be lodged before a deadline under an edict. machine translation
Linked by Trismegistos ID
TM 15656.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
χαῖρε, κύριέ μου ἄδελφε Σαραπόδωρε,
Ἀπολλώνιός σε προσαγορεύω.
ἐπιστολὴν Ἀνδρομάχου ἔπεμψά σοι
ὅπως ἀναδῷς καὶ τὴν ἀντιγραφὴν
ἐν τάχει ἡμῖν πέμψῃς. ἡ δὲ ἀξίωσις
αὐτοῦ περὶ τοῦ τηρηθῆναι αὐτῷ το ψήφισμα τῆς ἀναδοχῆς τῆς
γυμνασιαρχίας, καὶ εἰ μὲν οἷόν τε
ἐστίν, ἃς ἐκ περισσοῦ ἡμέρας ἠναγκάσθη ποιῆσαι πέρυσι, παραδεχθῆναι αὐτῶ εἰς τὰςἐπετείους μὴ ὀκνήσῃς. εἰ δὲ μή γε, καὶ ἂν ἀπὸ τοῦ νῦν
τηρηθῆναι τὸ ψήφισμα. τοῦτο
γὰρ καὶ δικαιότατον. ὁ Ἀχιλλεὺς περὶ
τοῦ οἴνου οὐδὲν οὔτε ἐνήργησεν
οὔτε ἀπῄτησεν. ἐδόκει δὲ χαράσσεσθαι ἐπὶ τούτῳ. ἡ τιμὴ τοῦ οἴνου
ἐνταῦθα πάνυ ἐν καθυφέσει ἐστιν.
μέχρι γὰρ δραχμῶν Α καὶ ϡ τυγχάνει, ὥστε,
εἰ δύνατόν σοί ἐστιν Ἀλέξανδρον
τὸν Ἀκωρείτην ἀξιῶσαι ὅπως
διὰ πλοίου αὐτοῦ …ήσῃ μοι ἐνεχθῆναι καὶ ἂν ὅσον ἐὰν εὕρῃς
εἰς ἃ γράφεις, ποίησον. οἱ μέντοι Ἀντινοϊτικοὶ ἐκδοχεῖς ἐπετάξαντό μοι ὅτι,
ἢ συνωνούμεθα τὰ σὰ τῆς αὐτῆς
τιμῆς ἢ ἀποφέρομεν τῷ ἀδελφῷ σου αὐτά. τοὺς τάπητας ἐξέδωκα. ὁ γὰρ σημειογράφος οὐκ ἔδωκέν μοι τάπητα. ὑπέσχετο
μέντοι δώσειν μοι δραχμὰς θ… καινοῦ.
εἰδέναι μέντοι ὀφείλεις ὅτι
προσελθεῖν σε δεῖ ἕνεκεν τῆς ἐκκλήτου πρὸ τῆς προθεσμίας κατὰ
τὸ διάταγμα. ἔστιν τῆς οὐσιακῆς
ἐπιτροπῆς ὀφφικιάλιος ἐνθάδε
ζητῶν πρόστιμον ἐκκλήτων,
[r,ms]
ὃς καὶ ἡμῖν ἕνεκεν τῆς τότε πρὸς τὸν οὐσιακὸν περὶ χειρογραφ ταλάντων ϛ καὶ μέχρι νῦν
πρὸς αὐτὸν οὐδέπω οὐδὲν ἐπράξαμεν, ἐὰν δέ τι καινότερον πραχθῇ, δηλωθήσεταί σοι.
ἀσπάζεταί
σε τὰ τεκνία ἡμῶν καὶ ἡ μήτηρ αὐτῶν καὶ οἱ ἡμῶν πάντες. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου.
[v]
Σαραποδώρωι ἐξηγητῇ
παρὰ Ἀπολλωνίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.