no image
DDbDP-text
Lettre à un épistate via APIS-papyrus
Letter from Apollonios to the epistates Herakleios about the arrest of Ktistes. A letter from Apollonios to Herakleios, the epistates (overseer) of a town, probably Lykopolis. Apollonios complains that his brother Heron, sent to arrest the perfume-seller Ktistes, was nearly killed by the townspeople, and asks Herakleios to send Ktistes under public escort after taking sureties from him. machine translation
Linked by Trismegistos ID
TM 32848.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίῳ μου ἀδελφῷ Ἡρακλείῳ
Ἀπολλώνιος.
ἀκούσας καὶ σὲ ἐν ταῖς αὐταῖς ἀνάγκαις γεγενῆσθαι, οὐχ ἡδέως ἔσχον,
πλὴν ὅσον ἐγχωρεῖ θεοῦ συνεργοῦντος φιλονικήσομεν καὶ αὐτὰ
δανείζεσθαι. ὅσα δὲ πέπονθεν ὁ ἀδελφός μου Ἥρων ἐν τῇ Λύκων γενόμενος, ἵνʼ ἐπιλάβηται Κτίστου τοῦ μυροπώλου, οὐδὲ διηγήσασθαι δύναμαι. καὶ γὰρ ὡς ἐν ἐχθρῶν πόλει οὕτως αὐτῷ πάντες προσηνέχθησαν ὡς καὶ ὀλίγου δεῖν αὐτὸν ἀπόλλυσθαι ὑπὸ τῶν πολιτῶν σου.
ἀλλὰ ὡς σὺ εἶ ὁ ἐπιστάτης αὐτῶν, τὸ παρὸν ὑπερεθέμην, δυνάμενος τὴν παρὰ τῶν μειζόνων ἐκδικίαν αἰτήσασθαι. ἵνα δὲ καὶ
ταῦτα περιαιρεθῇ καὶ τὸ πρόσταγμα πέρας λαβεῖν δύνηται, περὶ πάντός σοι γενέσθω, κύριέ μου ἄδελφε, πανταχόθεν τὸν Κτίστην
τοῦτον ἀποστεῖλαι διὰ δημοσίου, πρότερον ἐγγύας παρασχόντα παρὰ
σοί, ἵνα μὴ πάλιν δυνηθῇ διαφυγεῖν.
ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου
ἄδελφε τῷ παντὶ χρόνῳ
ἐρρωμένον …
[v]
κυρίῳ μου ἀδελφῷ Ἡρακλείῳ
Ἀπολλώνιος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.