no image
DDbDP-text
De Platon: affaire judiciaire et visite des Sarrasins via HGV-meta
Letter from Platon to the pagarch Papas about a lawsuit and Saracen envoys. Letter from Platon to Papas, count and pagarch, about a woman's lawsuit with an opponent over slaves, the release of a deacon, and demands from the amir conveyed by four Saracen envoys of the Caliph for the purchase of many goods. Platon complains of his distress at the situation. machine translation
Linked by Trismegistos ID
TM 39098.
Each record below describes this same artifact or text from a different angle.
[r]
† τὰ διὰ τοῦ εὐλαβεστάτου διακόνου γραφέντα παρὰ τῆς ὑμετέρας θεοφυλάκτου ἀδελφότητος ἐδεξάμην καὶ πα[…]
αὐτῷ τὸν ἀποκρισιάριον εισ…[…]αν αὐτοῦ παραγγείλας αὐτῷ[…] τινος ἕως τῆς κοινῆς μητρός·
καὶ ἰδοὺ ἐποίησα αὐτὴν τὴν κοινὴν μητέρα ἀπολῦσαι τὸν διάκονον, καὶ οὐ βραδύνω σὺν θεῷ ἀπολῦσαι ὑμῖν αὐτὸν
μετὰ τοῦ πρακτέου· καὶ ἐπειδὴ λόγον ἔδωκα αὐτῇ ὅτι πάντως γράφω τῷ ἀδελφῷ μου τῷ Κύρῳ Παπᾷ, ἵνα
διαλάβῃ ἡ ὑμετέρα θεοφύλακτος ἀδελφότης τὸ πρᾶγμα αὐτῆς μετὰ τοῦ ἀντιδίκου αὐτῆς χάριν τῶν ἀνδραπόδων· ἰδοὺ
οὖν ἀνῆλθεν Ἀνανίας ὁ πάλλιξ· ἐὰν ἀρέσκῃ ὑμῖν ἀπαλλάξατε αὐτήν, οὐ νομίζω γὰρ ὅτι κακῶς ζητεῖ·
ἐνεφάνησέν μοι δὲ ἐπιστολὴν τῆς ὑμετέρας θεοφυλάκτου ἀδελφότητος ὡς τὸ πρᾶγμα ἀνήκει τῷ Κύρῳ
Χριστοφόρῳ· καὶ τίς ὤφειλεν[…] εἰ μὴ ἡ θεοφύλακτος ὑμῶν ἀδελφότης;
μετὰ τὸ ἐμὲ ἐξελθεῖν ἀπὸ Κοντραλάτων ἄλλας ἀποκρίσεις ἐδεξάμην τοῦ δεσπότου ἡμῶν τοῦ πανευφήμου ἀμιρᾶ
διὰ τεσσάρων Σαρακηνῶν τοῦ Ἀμιρᾶ τῶν Πιστῶν περὶ ἀγορασίας πολλῶν πραγμάτων· καὶ οὐκ συνεχώρησε
ἀπʼ αὐτῶν σήμερον· γευσάσθω ὕδατος, καὶ ὄντως ὁ Σατανᾶς ἤνεγκέν μοι ει[…]
[v]
διότι οὐκ ἐσιάνθην ποτέ, οὔτε ἐθλίβην εἰ μὴ ἐπὶ τοῦ παρόντος. γνήσιε ἀσπάζομαι τοὺς θεοφυλάκτους
καὶ μεγαλοπρεπεστάτους ὑμᾶς διὰ τοῦ γράμματος †
τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ ἀδελφῷ Παπᾷ τῷ μεγίστῳ κόμετι πολιτευομέῳ καὶ παγάρχῳ † Πλάτων †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.