no image
DDbDP-text
Envoi d’esclaves chrétiens à Babylone via HGV-meta
Linked by Trismegistos ID
TM 39110.
Each record below describes this same artifact or text from a different angle.
τῶν Ὄμβων παρακαλῶ ἐπειδὴ ν καὶ ἔμεινεν αὐτὸν καταλαβεῖν τὰ εἰς τὴν Βαβυλῶνα· ἦλθεν Ἰωάννης ὁ υἱὸς Κωνσταντίνου μετὰ γραμμάτων τοῦ δεσπότου ἡμῶν τοῦ εὐκλεεστάτου ἀμιρᾶ ἵνα καὶ τὰ χριστιανὰ ἀνδράποδα τοῦ μακαρίου Ἰουστίνου καὶ τοῦ μακαρίου Ἰωαννακίου καὶ τῶν γυναικῶν αὐτῶν κρατηθῶσιν καὶ πεμφθῶσιν εἰς τὴν Βαβυλῶνα· διέβαλεν δὲ ὁ αὐτὸς Ἰωάννης τὴν σὺν Θεῷ γυναῖκα τοῦ μακαρίου Ἰωαννακίου νόμισμα α, καὶ ἐκέλευσεν ἀποκλεισθῆναι αὐτὴν καὶ τὴν γυναῖκα τοῦ μακαρίου Ἰουστίνου εἰς τὴν φυλακήν. καὶ γὰρ ἔγραψεν ὁ εὐκλεέστατος τοποτηρητὴς ὑπὲρ αὐτῆς καὶ ἔασεν αὐτὴν ἄχρις οὗ δεξώμεθα ἕτερα γράμματα παρὰ τοῦ δεσπότου ἡμῶν τοῦ εὐκλεεστάτου ἀμιρᾶSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.