no image
DDbDP-text
Ὅρκος via HGV-meta
Oath of fishermen to work the marsh-thicket at Theadelphia. Sworn declaration by three fishermen to the strategos Demetrios alias Harpokration, undertaking to work the marsh-thicket (drymos) of Theadelphia from 5 Pharmouthi and to bring the other fishermen to work there. If they fail, they will pay that year's rent for the thickets themselves. Written at Theadelphia in the Arsinoite nome in AD 154. machine translation
Linked by Trismegistos ID
TM 10138.
Each record below describes this same artifact or text from a different angle.
Δημητρίωι τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ Θεμίστου καὶ Πολέμωνος μερίδων.
Ζεναμοῦνις Πετερέως ἀπὸ κώμης Βερνικίδος Θεσμοφόρου Πολέμωνος μερίδος
καὶ Πετεσοῦχος Σίμου ἀπὸ ἀμφόδου Ἱερᾶς
Πύλης καὶ Σαραπίων Ἀλεξᾶ, οἱ τρεῖς ἁλιεῖς καὶ
νομεῖς τοῦ δρυμοῦ κώμης Θεαδελφείας.
ὀμνύομεν τὴν Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς τύχην
ἐργάσεσθαι ἐν τῷ προκιμένῳ δρυμῷ ἀπὸ
τῆς ὑπογεγραμμένης ἡμέρας, ἥτις
ἐστὶν ἡ πέμπτη τοῦ ἐνεστῶτος
μηνὸς Φαρμοῦθι καὶ παραστήσειν
τὸν μὲν Ζεναμοῦνιν τὰ ἑαυτοῦ τέκνα εἰς τὸ ἁλιεύειν καὶ πωλεῖν καὶ Πετεσοῦχονὡσαύτως δὲ παραστήσειν σὺν τοῖς
προγεγραμμένοις τοὺς λοιποὺς ἁλιεῖς
τοὺςἐργαζομένους ἐν τῷ αὐτῷ δρυμῷ·
ἐὰν δὲ μὴοὕτω ἐργασώμεθα σὺν τοῖς
λοιποῖς ἁλιεῦσιν, ἀποδώσομεν ἐκ
τοῦ ἰδίου τὸν φόρον τῶν αὐτῶν δρυμῶν τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους, ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ.
ἐγράφη διὰ γραφείου Θεαδελφείας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.