Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.babatha.16
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐγγεγραμμένον καὶ ἀντιβεβλημένον ἀντίγραφον πιττακίουπιτακίου ἀπογραφῆς προκειμένης ἐν τῇ ἐνθάδε βασιλικῇ, καὶ ἔστιν ὡς ὑποτέτακται. ἐγγεγραμμένον καὶ ἀντιβεβλημένον ἀντίγραφον πιττακίουπιτακίου ἀπο γραφῆς προκειμένης ἐν τῇ ἐνθάδε βασιλικῇ, καὶ ἔστιν ὡς ὑποτέτακται· ἐπὶ Αὐτοκράτορος Καίσαρος θεοῦ Τραιανοῦ Παρθικοῦ υἱοῦ θεοῦ Νέρουα υἱωνοῦ Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ ἀρχιερέως με γίστου δημαρχικῆς ἐξουσίας τὸ δωδέκατον ὑπάτου τὸ τρίτον, ἐπὶ ὑπάτων Μάρκου Γαουίου Γαλλικανοῦ καὶ Τίτου Ἀτειλίου Ῥούφου Τιτι ανοῦ πρὸ τεσσάρων νωνῶν Δεκεμβρίων, κατὰ δὲ τὸν τῆς νέας ἐπαρχείας Ἀραβίας ἀριθμὸν ἔτους δευτέρου εἰκοστοῦ μηνὸς Ἀπελ λαίου ἑκκαιδεκάτῃ ἐν Ῥαββαθμωβοις πόλει. ἀποτιμήσεως Ἀραβίας ἀγομένης ὑπὸ Τίτου Ἀνεινίου ΣεξτίουΣεξστίου Φλωρεντείνου πρεσβευτοῦ Σεβαστοῦ ἀντιστρατήγου, Βαβθα Σίμωνος Μαωζηνὴ τῆς Ζοαρηνῆς περιμέτρου Πέτρας, οἰκοῦσα ἐν ἰδίοις ἐν αὐτῇ Μαωζᾳ, ἀπογράφομαι ἃ κέκτημαι, συνπαρόντος μοι ἐπιτρόπου Ἰουδάνου Ἐλαζάρου κώμης ἘνγαδῶνΑἰνγαδδῶν περὶ Ἱερειχοῦντα τῆς Ἰουδαίας οἰ κοῦντος ἐν ἰδίοις ἐν αὐτῇ Μαωζᾳ· κῆπον φοινικῶνος ἐν ὁρίοις Μαωζων λεγόμενον Αλγιφιαμμα σπόρου κριθῆςκρειθῆς σάτου ἑνὸς κάβων τριῶν τελοῦντα φοίνικος συρίουσυρου καὶ μίγματοςμείγματος σάτα δεκα πέντε πατητοῦ σάτα δέκα στεφανικοῦ μέλαν ἓν λεπτὰ τριάκον τα γείτονες ὁδὸς καὶ θάλασσα, κῆπον φοινικῶνος ἐν ὁρίοις Μα ωζων λεγόμενον Αλγιφιαμμα σπόρου κριθῆςκρειθῆς κάβου ἑνὸς τελοῦν τα τῶν γεινομένων κατʼκαθʼ ἔτος καρπῶν μέρος ἥμισυ γείτονες μοσχαντικὴ κυρίου Καίσαρος καὶ θάλασσα, κῆπον φοινικῶ νος ἐν ὁρίοις Μαωζων λεγόμενον Βαγαλγαλὰ σπόρου κριθῆςκρειθῆς σάτων τριῶν τελοῦντα φοίνικος συρίουσυρου καὶ νοαρου κόρον ἕνα πατητοῦ κόρον ἕνα στεφανικοῦ μελαίνας τρεῖς λεπτὰ τρι άκοντα γείτονες κληρονόμοι Θησαίου Σαβακα καὶ Ἰαμιτ Μανθανθου, κῆπον φοινικῶνος ἐν ὁρίοις Μαωζων λεγόμενον Βηθφααραια σπόρου κριθῆςκρειθῆς σάτων εἴκοσι τελοῦν τα φοίνικος συρίουσυρου καὶ νοαρου κόρους τρεῖς πατητοῦ κόρους δύο στεφανικοῦ μελαίνας ὀκτὼ λεπτὰ τεσσαράκοντα πέντε γεί τονες Θαμαρὴ Θαμοῦ καὶ ὁδός. ἑρμηνεία ὑπογραφῆς· Βαβ θα Σίμωνος ὄμνυμι τύχην κυρίου Καίσαρος καλῇ πίστει ἀπογε γράφθαι ὡς προγέγραπται. Ἰουδάνης Ἐλαζάρου ἐπετρόπευσαἐπιτρόπευσα καὶ ἔγρα ψα ὑπὲρ αὐτῆς. ἑρμηνεία ὑπογραφῆς τοῦ ἐπάρχου· Πρεῖσκος ἔπαρχος ἱππέων ἐδεξάμην τῇ πρὸ μιᾶς νωνῶν Δεκεμβρίων ὑπατείαςὑπατίας Γαλλι κανοῦ καὶ Τιτιανοῦ. NabateanCross-references (3)
- TM-Text 23496 primary
- DDbDP-Text p.babatha;;16 tier-1
- HGV-Text 23496 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.