Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.babatha.18

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r,int] ἐπὶ ὑπάτων Πουβλίου Μετειλίου Νέπωτος τὸ β καὶ Μάρκου Ἀννίου Λίβωνος νώναις Ἀπριλίαις, ἀριθμῷ δὲ τῆς νέας ἐπαρχείας Ἀραβίας ἔτους τρίτου εἰκοστοῦ μηνὸς Ξανδίκοῦ πεντεκαιδεκάτῃ, ἐν Μαωζᾳ περὶ Ζοαραν, ἐξέδοτο Ἰούδας Ἐλεαζάρου τοῦ καὶ Χθουσίωνος Σελαμψιώνην τὴν ἰδίαν θυγατέρα αὐτοῦ παρθένον Ἰούδατι υἱῷ Ἀνανίου Σωμαλα καλουμένῳ Κίμβερι, ἀμφότεροι ἀπὸ κώμης Ἐνγαδῶν τῆς Ἰουδαίας ἐνθάδε καταμένοντες, εἶναι τὴν Σελαμψιώνην Ἰούδατι Κίμβερι γυναῖκα γαμετὴν πρὸς γάμου κοινωνίαν κατὰ τοὺς νόμους, προσφερομένην αὐτῷ εἰς λόγον προσφορᾶς κοσμίαν γυναικείαν ἐν ἀργύρῳ καὶ χρυσῷ καὶ ἱματισμῷ διατετιμημένην ἐν ἀλλήλοις, ὡς λέγουσιν οἱ ἀμφότεροι, ἀξιοχρέαν εἶναι ἀργυρίου δηναρίων διακοσίων , ἣν τιμογραφίαν ὡμολόγησεν ὁ γήμας Ἰούδας Κίμβερ ἀπειληφέναι παρὰ τῆς αὐτῆς Σελαμψιοῦς γυναικὸς αὐτοῦ διὰ χειρὸς παραχρῆμα παρὰ Ἰούδου πατρὸς αὐτῆς καὶ ὀφείλειν αὐτὸν τῇ αὐτῇ Σελαμψιώνῃ γυναικὶ αὐτοῦ ἅμα δηναρίων ἄλλων τριακοσίων ἃ ὡμολόγησεν δοῦναι αὐτῇ πρὸς τὰ τῆς προγεγραμμένης προσφορᾶς αὐτῆς πάντα εἰς λόγον προικὸς αὐτῆς ἀκολούθως αἱρέσει τροφῆς καὶ ἀμφιασμοῦ αὐτῆς τε καὶ τῶν μελλόντων τέκνων ἑλληνικῷ νόμῳ ἐπὶ τῆς τοῦ αὐτοῦ Ἰούδα Κίμβερος πίστεως καὶ κινδύνου καὶ πάντων ὑπαρχόντων ὧν τε ἔχει ἐν τῇ αὐτῇ πατρίδι αὐτοῦ καὶ ὧδε καὶ ὧν ἐπικτήσηται πάντῃ πάντων κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ἡ Σελαμψιώνη γυνὴ αὐτοῦ ἢ ὃς διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσων αἱρῆται τὴν εἴσπραξιν ποιεῖσθαι. ἀλλάξει δὲ Ἰούδας ὁ καλούμενος Κίμβερ τῇ γυναικὶ αὐτοῦ Σελαμψιώνῃ τὴν συγγραφὴν ταύτην ἐν ἀργύρῳ ἠσφαλισμένῳ ὡς καθήκει ὁπόταν αὐτὸν ἀπαιτήσῃ ταῖς ἑαυτοῦ δαπάναις κατὰ μηδὲν ἀντιλέγων. εἰ δὲ μή γε, ἐκτίσει αὐτῇ τὰ προγεγραμμένα δηνάρια πάντα διπλοῦν, καὶ τῆς πράξεως γεινομένης αὐτῇ ἀπό τε Ἰούδου Κίμβερος ἀνδρὸς αὐτῆς καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ἢ ὃς διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσων τὴν εἴσπραξιν ποιεῖσθαι. πίστει ἐπηρωτήθη καὶ ἀνθωμολογήθη ταῦτα οὕτως καλῶς γείνεσθαι. [r,ext] ἐπὶ ὑπάτων Πουβλείου Μετειλίου Νέπωτος τὸ β καὶ Μάρκου Ἀννίου Λίβωνος νώναις Ἀπριλίαις, ἀριθμῷ δὲ τῆς νέας ἐπαρχείας Ἀραβίας ἔτους τρίτου εἰκοστοῦ μηνὸς Ξανδικοῦ πεντεκαιδεκάτῃ ἐν Μαωζᾳπερὶ Ζοαραν, ἐξέδοτο Ἰούδας Ἐλεαζάρου τοῦ καὶ Χθουσίωνος Σελαμψιώνην τὴν ἰδίαν θυγατέρα αὐτοῦ παρθένον Ἰούδατι ἐπικαλουμένῳ Κίμβερι υἱῷ Ἀνανίου τοῦ Σωμαλα, ἀμφότεροι ἀπὸ κώμης Ἐνγαδῶν τῆς Ἰουδαίας ἐνθάδε καταμένοντες, εἶναι τὴν Σελαμψιώνην Ἰούδατι Κίμβερι γυναῖκα γαμετὴν πρὸς γάμου κοινωνίαν κατὰ τοὺς νόμους, προσφερομένην αὐτῷ εἰς λόγον προσφορᾶς κοσμίαν γυναικείαν ἐν ἀργύρῳ καὶ χρυσῷ καὶ ἱματισμῷ διατετιμημένην ἐν ἀλλήλοις, ὡς λέγουσιν οἱ ἀμφότεροι, ἀξιοχρέαν εἶναι ἀργυρίου δηναρίων διακοσίων , ἣν τιμογραφίαν ὡμολόγησεν ὁ γήμας Ἰούδας ὁ καλούμενος Κίμβερ ἀπειληφέναι παρʼ αὐτῆς διὰ χειρὸς παραχρῆμα παρὰ Ἰούδου πατρὸς αὐτῆς καὶ ὀφείλειν αὐτὸν τῇ αὐτῇ Σελαμψιώνῃ γυναικὶ αὐτοῦ ἅμα δηναρίων ἄλλων τριακοσίων ἃ ὡμολόγησεν δοῦναι αὐτῇ πρὸς τὰ τῆς προγεγραμμένης προσφορᾶς αὐτῆς πάντα εἰς λόγον προικὸς αὐτῆς ἀκολούθως αἱρέσει τροφῆς καὶ ἀμφιασμοῦ αὐτῆς τε καὶ τῶν μελλόντων τέκνων ἑλληνικῷ νόμῳ ἐπὶ τῆς τοῦ αὐτοῦ Ἰούδα Κίμβερος πίστεως καὶ κινδύνου καὶ πάντων ὑπαρχόντων ὧν τε ἔχει ἐν τῇ αὐτῇ πατρίδι αὐτοῦ καὶ ἐνθάδε καὶ ὧν ἂν ἐπικτήσηται πάντῃ πάντων κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ἡ Σελαμψιώνη γυνὴ αὐτοῦ ἢ ὃς διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσων αἱρῆται τὴν εἴσπραξιν ποιεῖσθαι. ἀλλάξει δὲ Ἰούδας ὁ καλούμενος Κίμβερ τῇ γυναικὶ αὐτοῦ Σελαμψιώνῃ τὴν συνγραφὴν ταύτην ἐν ἀργύρῳ ἠσφαλισμένῳ ὡς καθήκει ὁπόταν αὐτὸν ἀπαιτήσῃ ταῖς ἑαυτοῦ δαπάναις κατὰ μηδὲν ἀντιλέγων. εἰ δὲ μή γε, ἐκτίσει αὐτῇ τὰ προγεγραμμένα δηνάρια πάντα διπλοῦν, καὶ τῆς πράξεως γεινομένης αὐτῇ ἀπό τε Ἰούδου Κίμβερος ἀνδρὸς αὐτῆς καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται Σελαμψιώνη ἢ ὃς διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσων τὴν εἴσπραξιν ποιεῖσθαι. πίστει ἐπηρωτήθη καὶ ἀνθωμολογήθη ταῦτα οὕτως καλῶς γείνεσθαι. [… 5 lines lost …] Θεενας Σίμωνος λιβράριος ἔγραψα. [v] [… 2 lines lost …] …[…]…τιτος χειρ [… 4 lines lost …]

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.