no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9315.
Each record below describes this same artifact or text from a different angle.
[…]ου ἀντίγραφον ὑπόκειται.
Ἀμμώνιος[…] τοῦ Εὐδαίμονος, Σωσικόσμειος ὁ καὶ Ἀλθαιεὺς Ἰουλίᾳ Τερτίᾳ χωρὶς κυρίου χρηματιζούσῃ κατὰ τὰ Ῥωμαίων ἔθη. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐπὶ τῇ
θυγατρί σου[…]ίᾳ φερνὴν ἀργυρίου δραχμὰς χιλίας ἑκατόν , ἀφʼ ὧν εἰσὶ μὲν τιμὴ
[…]εως λευκῆς ἔργων τριῶν δραχμῶν διακοσίων εἴκοσι , ἄλλης τυραν[…]ἔργων[…] δραχμῶν διακοσίων τεσσαράκοντα , ἑτέρας καλλαΐνης δραχμῶν
ἑκατὸν τεσσαράκοντα , ἄλλης καλλαΐνης ἔργων τριῶν δραχμῶν τετρακοσίων […]
[…]ἑκατὸν ἀργυρικὰς καὶ χρυσίου δοκιμείου σταθμῷ Ἀλεξανδρείνῳ
μναιαῖα[…]ν τετάρτας δέκα ἐν κοσμαρίοις καὶ ἄνευ διατιμήσεως κτων
[…]ινα πάλλια πέντε ἐν χρώμασι, ὑποζώνην ὀναγρίνην μίαν
[…]Ἀφροδείτην, σὺν θήκη, ἐξανάστασις, σκαφίον Αἰγύπτιν βαθ[…]
[…]α δύο , κάτοπτρον δίπτυχον, λαμπάδα, ληκύθους τέσσαρες , …[…]
[…]α λήκυθον κασσιτερίνην, κάμπτρα κιβωτός, κόφινος πε…
[…]ερος κόφινος, καθέδρα, μυροθήκη, πάντα ξύλινα, καθέδρα
[…]ἀποδώσω ἐν τῷ ἐσομένῳ ἀπʼ ἀλλήλων χωρισμῷ ἐν ὑπὲρ διαφορᾶς[…]σοῦ χορηγούσης εἰς τὸν κοινὸν τῶν γαμούντων οἶκον καθʼ ἔτος
[…]καθαρὰς ἀπὸ δημοσίων πυροῦ ἀρτάβας δέκα δύο καὶ … Ἀμμώνιος ἐπιχορηγήσω αὐτῇ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμόν, ὅσα προσήκει
γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου, γεινομένης σοι τῆς πράξεως εἰ μὴ παράσχω[…]…
ἐκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ
ἐκ δίκης ἐκλογῆς σοι οὔσης ἤτοι τὰ ἱμάτια ἢ τὴν συντίμησιν, τὸ δὲ χρυσίον
[…]…υ ὁλκήν, τὰ δὲ ἄλλα οἷα ἐὰν ἐκβῇ ἐκ τῆς χρείας, τὸ δὲ χειρόγραφον τοῦτο δισσὸν γραφὲν ὑπʼ ἐμοῦ κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον[…]ἐγράφη χωρὶς ἀλείφατος καὶ ἐπιγραφῆς. ἔτους δωδεκάτου Αὐτοκράτορος
Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἐπεὶφ κα.
τοῦτο δὲ βουλομένη ἐν δημοσίῳ γενέσθαι ἀξιῶ ἀναλαβόντας αὐτὸ ὑπογεγραμμένον ὑπʼ ἐμοῦ περὶ τοῦ εἶναι αὐτὸ ἰδιόγραφον τοῦ Ἀμμωνίου κυρίου μου ἐπιγραφομένου καὶ γράφοντος ὑπὲρ ἐμοῦ μὴ εἰδυίης γράμματα Μάρκου Ἀντωνίου Που
[…]νου ἔχων ἐξ ὀνόματος τῆς μητρός μου ὑπογραφὴν περὶ τῆς παραθέσεως
αὐτῆς μὴ εἰδυίης γράμματα Ἰσίδωρος ……[…]…κα
[…] μὴ εἰδυίης γράμματα[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.