no image
DDbDP-text
Will of Petosorapis via HGV-meta
Linked by Trismegistos ID
TM 20631.
Each record below describes this same artifact or text from a different angle.
ἔτους[…] καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Ἐπεὶφ β, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ.
τάδε διέθετο νοῶν καὶ φρονῶν Πετοσορᾶπις Πετοσοράπιος τοῦ Ἐπινείκου μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι κατʼ αὐτῶν ἐπιτελεῖν καὶ ἀναιρεῖσθαι ἢ ἀκυροῦν τήνδε τὴν διαθήκην ἀνεμποδίστως ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω μηδὲν κατʼ αὐτῶν ἐπιτελέσας κληρονόμον ἀπολείπω τὸν υἱόν μου Ἐπινείκον μητρὸς […]χηρο…υς ἀπὸ τῆς αὐτῆς πόλεως ἐὰν ζῇ, εἰ δὲ μή, ἃ ἐὰν ἔχῃ τέκνα καὶ τὰ ἐπεσόμενά μοι ἕτερα τέκνα, ἢ ἐὰν μὴ γένηταί μοι ἕτερα τέκνα
[…]…[…]…[…]α πάντα[…] τοῦ ὑπάρχοντός μοι πρότερον Ἑρμίου χρηματίζοντος μητρὸς Ἰσι[…]σιο… ἐν Ἀντιπέρα Πέλα ἐκ τοῦ
[…]τοῖς ἐσομένοις[…] ἐκγόνοις καὶ ὧν ἐὰν ἀπολίπω ἐπίπλων καὶ σκευῶν καὶ ἐνδομενείας καὶ ὀφειλημάτων
[…] ἀδελφῇ Ἀπολλωνοῦτι ἐὰν περιῇ, εἰ δὲ μή, τῷ αὐτῷ υἱῷ μου Ἐπινείκῳ τὰ δὲ σκεύη καὶ ἔπιπλα καὶ ἄλλα ὄντα ἐν τρισὶ
[…]ἀδελφιδ[…]ν καὶ τὸν αὐτὸν υἱόν μου Ἐπίνεικον ἔν τε ἐξέδρᾳ καὶ κέλλῃ τῇ ἐπάνω τοῦ πυλῶνος καὶ ἐν ὅλῳ
[…] καὶ δι[…]ἐξ ὧν ἀπέλιπον αὐτῇ ἀποδιδόναι ὅσα ἐὰν φανῶ ὀφείλων καὶ ἐξουσίαν αὐτὴν ἔχειν πᾶν διευθύνειν ὡς ἂν αὐτῇ δοκῇ[…]ωρου ς…[…]τὸν αὐτὸν υἱόν μου[…]ε[…]ην παρʼ ἑαυτῇ διαιτώμενον μέχρι οὗ γένηται ἐτῶν εἴκοσι πρόνοιαν ποιουμένην[…]ἐξ ὀνόματός μου διαδέξηται συν[…]ουσαν τὰ ἐξ αὐτῶν περιγεινόμενα καὶ διατρέφουσαν αὐτὸν ἐξ αὐτῶν […]υ
[…]επ…[…]σει εἰς αὐτὸν μητρικῇ φιλοστοργίᾳ, ἥτις ἀποκαταστήσει αὐτῷ γενομένῳ τῆς προκειμένης
ἡλικίας[…]αντ[…] ὧν ἐὰν ἐξ ὀνόματός μου διαδέξηται μεθʼ ἃ ἐὰν εἰς αὐτὸν ἀναλώσῃ, παρʼ ἧς οὔτε λόγους οὔτε
[…]τηα[…]η αὐτῷ. τὴν δʼ αὐτὴν ἀδελφήν μου Ἀπολλωνοῦν πρόνοιαν ποιήσασθαι βούλομαι τοῦ ἐπιτροπευομένου[…]ὅσα δʼ ἂν ὑπὸ τὸ ἐκδόσιμον ταύτης τῆς διαθήκης γράψω τῇ ἰδίᾳ μου χειρὶ ἤτοι ἀφαιρούμενός τι τῶν προκειμένων ἢ προσδιατάσσων ἢ ἑτέροις χαριζόμενος ἢ καὶ ἄλλο τι βουλόμενος καὶ αὐτὰ ἔστω κύρια ὡς […]τῇ διαθήκῃ ἐνγεγραμμένα, καὶ μὴ ἐξεῖναι μηδενὶ τῷ καθόλου παρενχειρεῖν τοῖς ὑπʼ ἐμοῦ διατεταγμένοις[…]τῷ ἐμεμένοντιἐπιτίμου δραχμὰς τρισχιλίας καὶ εἰς τὸ δημόσιον τὰς
ἴσας καὶ μηθὲν ἧσσον μένειν κύρια τὰ ὑπʼ ἐμοῦ
διατεταγμένα. ἡ διαθήκη κυρία.[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.