no image
DDbDP-text
Will via HGV-meta
Linked by Trismegistos ID
TM 20763.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἕκτου δεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ
Σεβαστοῦ Γερμανικοῦ, Χοίακ λ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος,
ἀγαθῆι τύχῃ.
τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Σοῆρις Ἁρποχρᾶτος ἀπελευθέρου
Σαραπίωνος τοῦ Χαιρήμονος μητρὸς Τνεφερῶτος τῆς Ἀννίου,
τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀτρέως μητρὸς Τεραῦτος τῆς καὶ Θαυβάστιος τῆς Φατρέως, τῶν ἀπὸ τῆς αὐτῆς πόλεως, ἐν ἀγυιᾷ. εἴη μέν μοι ὑγιαίνουσαν κυρίαν εἶναι τῶν ἐμαυτῆς, χρᾶσθαι καὶ διοικεῖν περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶμαι τρόπον. μετὰ δὲ τὴν ἐσομένην
μου τελευτὴν συνχωρῶ εἶναι τοῦ υἱοῦ μου Ἀρεώτου χρηματίζοντος
μητρὸς ἐμαυτῆς τῆς Σοήριος, ἐὰν ζῇ, εἰ δὲ μή, τῆς τούτου γενεᾶς, τὴν ὑπάρχουσάν μοι ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου ἐπʼ ἀμφόδου
πρότερον Ἱππέων παρεμβολῆς οἰκίαν καὶ αὐλὴν σὺν εἰσόδοις
καὶ ἐξόδοις καὶ τοῖς συνκυροῦσι, ἐφʼ ᾧ ὁ σημαινόμενος ἀνὴρ Ἁτρῆς ἕξει
τὴν ἐνοίκησιν καὶ τὰ περιεσόμενα ἐνοίκια τῆς σημαινομένης
οἰκίας καὶ αὐλῆς ἐπὶ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον χωρὶς ἐνοικίου,
ὑπὸ μηδενὸς ἐκβαλλόμενος, ᾧ χορηγήσει ὁ αὐτὸς υἱὸς Ἀρεώτης
κατʼ ἔτος ἀργυρίου δραχμὰς τεσσαράκοντα ὀκτὼ ἄχρι οὗ ἐκπληρωθῶσι ἀργυρίου δραχμαὶ τριακόσιαι , οὖσαι ἑσταμέναι πρὸς ἀλλήλους
ὑπὲρ διαλύσεως καὶ συμφωνίας περὶ τῶν ὀφειλομένων ὑπʼ ἐμοῦ τῷ
αὐτῷ ἀνδρὶ Ἀτρῇ κατὰ ἀσφάλειαν διὰ τραπέζης ἐνοικισμοῦ τῆς
αὐτῆς οἰκίας καὶ αὐλῆς ἀργυρίου δραχμῶν ἑξακοσίων . καὶ δώσει
ὁ αὐτὸς υἱὸς τῇ γεγονυίᾳ μοι ἐκ τοῦ ἀνδρὸς Ἀτρέως θυγατρὶ Τνεφερῶτι
μετὰ τὴν τοῦ ἀνδρός μου τελευτὴν ἐν ἡμέραις τριάκοντα ἃς διατάσσω αὐτῇ ἀργυρίου δραχμὰς τεσσαράκοντα · ἡ δʼ αὐτὴ ἐνοικήσει ἐν οἴκῳ ἑνὶ
ἐπιπέδῳ ἐν τῷ πυλῶνι ἡνίκα ἐὰν ἀπαλλαγῇ τοῦ ἀνδρὸς μέχρι οὗ
ἐὰν καθάπαξ καταλλαγῇ, χωρὶς ἐνοικίου. καθόλου δὲ μὴ ἐξεῖναι μηδενὶ
[…] ἄλλου ἀπαίτησιν ποιήσεσθαι παρὰ τοῦ υἱοῦ ἢ τῶν παρʼ αὐτοῦ
μετὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν μηδὲν τῶν διὰ τῆς τοῦ ἐνοικισμοῦ
διὰ τραπέζης ἀσφαλείας κατʼ οὐδένα τρόπον, ἀλλὰ ἀπολελύσθαι αὐτὸν τῆς ἐκτίσεως τῶν διὰ ταύτης […]κιαι. ἄλλῳ δὲ οὐδενὶ
ἁπλῶς τῶν ἐμῶν καταλείπω οὐδὲν εὐδοκεῖ δὲ πᾶσι τοῖς προγεγραμμένοις ὁ σημαινόμενός μου ἀνὴρἉτρῆς τῶν ἀπὸ τῆς αὐτῆς
πόλεως ἐν ἀγυιᾷ τῇ αὐτῇ […]ν Ἀρτεμιδωρ[…]
[…]…σκ[…]δι[…]…[…]τέσσαρες πτ…[…]
[…]τα εξ[…]
[…]υτου π[…]
[…]να η α[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.