no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9007.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τρίτου Αὐτοκράτορος Τίτου Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Δαισίου τετράδι, Φαρμοῦθι δ ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος
τοῦ
Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Στοτοῆτις Τεσενούφιος τοῦ Τεσενούφιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα ἑνὸς οὐλὴ μετώπῳ ἐκ
δεξιῶν τ[…]ρον
[…]… Πανεφρίμμεως[…] μέρους καὶ ἅπαντι δεξιῷ ἔχειν παρʼ αὐτῆς τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου
ἐφʼ ἑαυτῇ φερνὴν ἀργυρίου κεφαλαίου δραχμὰς εἴκοσι · συνβιούτωσαν οὖν ἀλλήλοις ὅ τε Στοτοήτιος καὶ
ἡ Τανεφρίμμις καθὼς καὶ προεγαμοῦσαν ἀμεμψιμοιρήτως, καθότι καὶ
πρότερον τοῦ ὁμολογοῦντος ἐπιχορηγοῦντος αὐτῇ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα, ὅσα καθήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου·
ἐὰν δὲ διαφορᾶς
γενομένης χωρίζωνται ἀπʼ ἀλλήλων ἀποδοῦναι Στοτοῆτιν τῇ Τανεφρίμμι τὴν φερνὴν ἀργυρίου δραχμὰς εἴκοσι ἐν ἡμέραις ἑξήκοντα ,
ἀφʼ ἧς ἐὰν ἀπαιτήσῃ· ἐὰν
δὲ μὴ ἀποδῷ καθὰ γέγραπται ἀποτισάτω μεθʼ ἡμιολίας ὁ ὁμολογῶν, τῆς πράξεως οὔσης τῇ Τανεφρίμμι ἔκ
τε τοῦ Στοτοήτιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, μενούσης δὲ ἐπὶ χώρας τῆς συνγραφῆς ταύτης διὰ τὸ ἀπερίλυτον εἶναι αὐτήν. παροῦσα δὲ καὶ ἐπὶ τῆς ἀρχῆς ἡ τῆς τοῦ ὁμολογοῦντος Στοτοήτιος μητρὸς Σαταβοῦτος τῆς Ὥρου τοῦ Ἁρυώτου ὡς ἐτῶν ἑξήκοντα φακὸς χείλει τῷ ἄνω ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς
αὐτῆς Τανεφρίμμιος υἱοῦ Στοτοήτιος τοῦ Ἐριέως ὡς ἐτῶν τεσσαράκοντα τριῶν οὐλὴ ὀφρύι δεξιᾷ συνχωρεῖ μετὰ τὴν ἑαυτῆς τελευτὴν τοῖς ἑαυτῆς τέκνοις Στοτοήτι καὶ Ὥρωι καὶ θυγατράσι Σουήρι καὶ Ἐριέᾳ καὶ
τοῖς τοῦ τετελευτηκότος αὐτῆς ἑτέρου υἱοῦ Τεσενούφιος υἱοῖς Στοτοήτι καὶ Ὥρωι, τῷ μὲν υἱῷ Στοτοήτι συνχωρῶ τὴν πεπτωκυῖαν μοι μετὰ τὴν τοῦ ἀνδρός μου
Τεσενούφιος τελευτὴν οἰκίαν καὶ αὐλὴν ἐκ τοῦ πρὸς νότον μέρους, τῷ δʼ αὐτῷ Στοτοήτι συνχωρεῖ τέταρτον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς βορρᾶ μέρους πρότερον
Ψενταπιάμιος, τῷ δʼ αὐτῷ Στοτοήτι συνχωρεῖ πέμπτον δέκατον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς πρότερον Πατουλῶτος, καὶ Ὥρωι καὶ Ἐριέᾳ συνχωρεῖ κοινῶς ἐξ ἴσου
[…]μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς νότου
μέρους καὶ τὰ συνκυροῦντα πάντα καὶ τῇ Σουήρι συνχωρεῖ ἥμισυ μέρος ἐκ τῆς συνκεχωρισμένης τῷ Στοτοήτι τέταρτον
μέρος πρότερον Ψενταπιάμιος οἰκίας καὶ αὐλῆς καὶ τοῖς τοῦ τετελευτηκότος αὐτῆς υἱοῦ Τεσενούφιος υἱοῖς Στοτοήτι καὶ Ὥρῳ τὸ λοιπὸν τέταρτον μέρος
τῆς προκειμένης οἰκίας καὶ αὐλῆς πρότερον Ψενταπιάμιος καὶ τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρῳ συνχωρῶ ἑκάστῳ […]μέρους τοῦ ὑπάρχοντος αὐτῇ ἐντὸς
περιβόλου ἱεροῦ Σοκνοπαίου θεοῦ μεγάλου
τόπου ψιλοῦ[…]ἑτέρου τόπου[…]μῦλος Θηβαικὸς σὺν τραπέζῃκαὶ κόπῃ καὶ ὅλμοις […] καὶ ἕνδεκα […]ερωνι[…]ε
[…]Στοτοήτιος τ…[…] Ὥρωι ἀργυρίου δραχμὰς[…]οτου[…]τῆς αὐτῆς[…]ἀργυρίου δραχμὰς …
[…]συνχωρεῖ[…]καιδω…ου…το…[…] καὶ […] Ἐριέα ε[…] μέρους […]
[…]όμενα α[…] καθὼς πρόκειται[…]αι […]…[…]συνα[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.