no image
DDbDP-text
Beglaubigung der Abschrift eines Statthalterrescriptes via HGV-meta
Linked by Trismegistos ID
TM 9420.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑπτακαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβατοῦ
καὶ Λουκίου Αὐρηλίου Κομμόδου Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν
Μεγίστων Φαρμοῦθι β Ταπεθεὺς Πτολεμαίου τοῦ Ζηνᾶ ἐμαρτυροποιήσατο ἐκγεγράφθαι
καὶ προσαντιβεβληκέναι ἐκ τεύχους βιβλιδίων Τίτου Πακτουμηίου Μάγνου ἐπάρχου
Αἰγύπτου προτεθέντων σὺν ἑτέροις ἐν Ἰουλιοπόλει διαλογιζομένου τοῦ κρατίστου ἡγεμόνος , ἐν ᾧ βιβλιδίῳ ἐνγεγραμμένα ἦν τὰ ὑπογεγραμμένα·
Τίτῳ Πακτουμηίῳ Μάγνῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Ταπεθέως Πτολεμαίου τοῦ Ζηνᾶ
ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου. τῆς εἰς ἅπαντας
εὐεργεσίας, ἡγεμὼν μέγιστε, καὶ αὐτὴ γυνὴ ἀβοήθητος καὶ μηδεμίαν βοήθειαν
ἔχουσα εἰ μὴ ὑπὸ σοῦ τοῦ κυρίου τὴν ἐπὶ σὲ καταφυγὴν ἐποιησάμην. τὸ δὲ πρᾶγμα
ἔχει οὕτως· πάντων τῶν κυρίων ἡμῶν αὐτοκρατόρων καὶ τῶν κατὰ καιρὸν ἡγεμόνων
κελευσάντων πρωτοπραξίαν ἔχειν τὰς προοῖκας ἐγὼ μόνη παρὰ τὰ διατεταγμένα
ὑπὸ τῆς τοῦ ἀνδρός μου Λιμναίου ἀδελφῆς Ἑλένης ἱκανῶς διετέθην ἐναντιουμένης
τοῖς καθολικῶς διατεταγμένοις. ὁπηνίκα γὰρ συνηρχόμην τῷ προγεγραμμένῳ μου
ἀνδρὶ Λιμναίῳ τῷ ιε ἔτει θεοῦ Αἰλίου Ἀντωνείνου προσηνενκάμην αὐτῷ προοῖκα ἐν δραχμαῖς ἐννακοσίαις , δηλωθέντος διʼ ἧς προείθη μοι ἀσφαλείας, ἐὰν γένηται μὴ εὐτονῆσαι αὐτὸν ἀποδοῦναί μοι τὴν προοῖκα, λαβεῖν με τὸ ὑπάρχον αὐτῷ ἐν τῇ προγεγραμμένῃ Καρανίδι
δίμοιρον μέρος πατρικῆς οἰκίας καὶ αὐλῆς καὶ χορτοθήκης καὶ ἐκ τοῦ πρὸς ἀπηλιώτὴν μέρους ψιλὸν τόπον, δηλωθέντος διὰ τῆς αὐτῆς ἐνγράφου ἀσφαλείας ἀποδώσειν
με Σισόιτι δανειστῇ αὐτοῦ ἐπὶ τοῖς προκειμένοις δραχμὰς ἑκατόν . ἐπεὶ οὖν οὗτος
μὲν μετήλλαξεν, ἐγὼ δὲ ἀπέδωκα τὰς δραχμὰς ἑκατὸν καὶ ἔσχον ἀποχὴν ἐδημίωσα αὐτὸ τὸ δηλούμενον τοῦ ἀνδρός μου χειρόγραφον τῷ ιδ ἔτει τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος
Αὐρηλίου Ἀντωνείνου καὶ μετέδωκα τῇ τούτου ἀδελφῇ καὶ κληρονόμῳ τῇ προγεγραμμένῃ
λέγουσα εἴη μὲν οὖν αὐτὴν ἀκολούθως ταῖς ἡγεμονικαῖς καὶ αὐτοκρατορικαῖς διατάξεσιν εὐγνωμονεῖν καὶ ἢ ἀποκαταστῆσαί μοι τὰ ὑπάρχοντα ἢ τὸ ἀργύριον ἀποδῶναι. ἡ δὲ ἐτόλμησεν μεταδῶναί μοι ἀντίρρησιν διʼ ἧς ἐνε…τινα πρὸς τὴν ἰδίαν ἐπιθυμίαν. ἄχρι
δὲ οὗ ἂντὰ ἑξῆς ἐπιτελῶ διὰ τοῦ ξενικῶν πράκτοροςἀκολούθως ᾗ παρεκόμισα ἐνεχυρασίᾳ […]υ…υω τινα ὑπὸ πάντων οἷς καὶ μερο[…]σ[…]ς κληρονόμου γεναμέν[…]
[…]……ντι ἐτόλμησεν ἀπ[…]…[…]τοῖς καθολικῶς διατεταγμένοις
τῷ[…]ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου πατρ[…]ε…[…]… οὐ γὰρ τους[…]
[…]ειν[…]………[…]…οτ…[…]…[…]…[…]…
[… 3 lines lost …]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.