no image
DDbDP-text
Privatbrief via HGV-meta
Letter from Ioanna to Epagathos reproaching him for breaking an agreement. A private letter from a woman named Ioanna to Epagathos, reproaching him for breaking an agreement about a sum of 20 drachmas and its interest, and adding family requests, money matters and greetings. It is dated 16 December AD 87 and addressed to Ptolemais Hermeiou. machine translation
Linked by Trismegistos ID
TM 19330.
Each record below describes this same artifact or text from a different angle.
[v]
Ἰοάννη Ἐπαγάθῳ τῷ ἰδίῳ πλεῖστα χαίρειν·
οὐ καλῶς ἐποίησας ἅπαντα ὑπαλλάξας
καὶ παραβάς σου τὴν συνταγὴν τὴν
καὶ ἐπιδεξαμένην με κυρίαν εἶναι
δραχμῶν κ καὶ τῶν τόκων· ἄφες κεφάλαιόν με
ἴσχεσθαι· θαυμάζω, πῶς τὴν πίστιν
σου ἤλλαξαι. μὴ μʼ ἀναγκάσῃς
οὖν, θέλω ποιῆσαι καὶ ἐπὶ τόπων
διατρέψαι σε μηδὲ ἐπιστολιδίου μεκαπη ὁ τόκος· σῆμά ἐστιν
τοῦτο ἀγνωμοσύνης· ἐρεῖς δὲ καὶ Ταήσι,
ὅτι οὔπω θέλεις Ἐπάγαθον ἐλεύθερον
περιλαμβάνειν· Περιφεράγαθος
μὴ ἀμελήσῃ, ἐὰν δύνηται, ἡμῖν
ἐνέγκαι καὶ υἱὸν καὶ γλ…[…]
γίγνωσκε ἐλπίδα ἀνευρετικὸν ποιεῖν.
ἔρχου σὺν Ταήσι ἀστομάχητος, ἐὰν
ἀνέλθῃ. μὴ ἀμελήσῃς τὰ ἄλλα[…]να μοι ἐνέγκαι· γίγνωσκε […]
εἰσφέρειν δραχμὴν α καὶ Ἀνθοῦσαν ὀβολοὺς […]ὡς καὶ
Ταῆσιν· γίγνωσκε μὴ εἰληφέναι με
παρὰ Προσδοκίμου τὸν χαλκόν.
ἔνεγκον ἡμῖν κʼ οὐχὶ α. ἀσπάζεταί σε
Φεράγαθος καὶ Ταῆσιν καὶ Λῦσιν,
ἀσπάζεταί σε Ἀνθοῦσα. ἀσπάζου
Φιλάδελφον καὶ τοὺς αὐτοῦ πάντας.
ἔρρωσο, πρὸ πάντων σαυτοῦ ἐπιμελοῦ, ἵνα ὑγιαίνῃς.
ἔτους ζ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ
Σεβαστοῦ Γερμανικοῦ, Χοίακ ιθ.
[r]
εἰς Πτολεμαίδα τὴν Ἑρμείου·
[…]μοφύλακι ὥστε Ἐπαγάθῳ φέρειν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.