no image
DDbDP-text
A Labor Contract for a pronoétés (P.Lond. inv. 2219) via HGV-meta
Linked by Trismegistos ID
TM 219309.
Each record below describes this same artifact or text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαουίου Βεάτορος τοῦ ἐνδοξοτάτου Παῦνι ιζ ἰνδικτίονος δ ἀρχῇ ε ἐν Ὀξυρύγχων πόλει. περιβλέπτῳ κόμετι τοῦ θείου κονσιστωρίου υἱῷ τοῦ τῆς περιβλέπτου μνήμης Μουσαίου γεουχοῦντι ἐνταῦθα τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει τῆς σῆς μεγαλοπρεπείας, συναινοῦντος αὐτῷ καὶ νῦν τοῦ οἰκείου πατρὸς τοῦ αὐτοῦ Αὐρηλίου Μεγάλου υἱοῦ Φιλοξένου ἅμα καὶ ἀναδεχομένου αὐτὸν ἀποπληροῦντοςἀπωπληροῦντος ἰδίῳ τιμήματι, ἐνεχομένου αὐτῷ οὐδὲν ἧττον εἰς τὰ ὑποτεταγμένα κατὰ τὸ τοῦ μανδάτορος δίκαιον, ἀμφότεροι ἑξῆς ὑπογράφοντες ὁρμώμενοι ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν· κυρίου ὄντος καὶ βεβαίου τοῦ προτέρου συναλλάγματος τοῦ πρώην παρ’ ἐμοῦ τοῦ προειρημένου ἀναδεχθέντος τῇ σῇ μεγαλοπρεπείᾳ ἐπὶ ὑποδοχῇ προσόδων προστασίας ἐποικίου Γεροντᾶ καὶ ἄλλων τόπων τῶντοῦ καὶ ὄντωνὄντος παρ’ αὐτῇ τῆς τῇτῇ ἐνεχομένῃ αὐτῷ δυνάμει, ὁμολογῶ ὡσαύτως ἑκουσίᾳ γνώμῃ συντεθεῖσθαί με πρὸς τὸ σὸν μέγεθος χώραν προνοητοῦ Βακιν καὶ Σαραλαου καὶ Σεσφθα καὶ Θμοιναχη τῶν ὑμῶν τόπων καὶ τῶν παρεπομένων τούτοις ἐξωτικῶν ἐπὶ χρόνον ἐνιαυτὸν τοῦ ἐνεστῶτος ἔτους ροβ ρμα τῆς παρούσης τετάρτης ἰνδικτίονος, συλλογῆς καρπῶν καὶ προσόδων τῆς εὐτυχοῦς κατὰ τὸ ἐπιδιδόμενόν μοι ἀπαιτήσιμον τὴν μεθοδίαν τρέψαι κατὰ τῶν ὑπευθύνων γεωργῶν τε καὶ ἄλλων καὶ πάντα τὰ συν εἰσπράξασθαι καὶ καταβαλεῖν ἐπὶ τὴν σὴν μεγαλοπρέπειαν ἀκολούθως τοῖς ἐπιστελλομένοις μοι παρʼ αὐτῆς ἐπιστάλμασιν ἑκατοστὰς δέκα ὑπὲρ τοῦ παραλημπτικοῦ μέτρου ἐποικίων Βακιν καὶ Σαραλαου καὶ τῶν παρεπομένων τούτοις ἐξωτικῶν τόπων λημματίσω καλῶς καὶ παραλαμβάνω εἰς πλήρης. δώσω δὲ τοὺς λόγους καὶ τὰ ἀπὸ τῶν λογοθεσιῶν ὑπὲρ μὲν προσόδων Βακιν καὶ Σαραλαου τὸ τέλιον ὀψώνιον τοῦτʼ ἔστιν σίτου ἀρτάβας εἴκοσι τέσσαραςτέσσαρες καὶ παραλημπτικῷ μέτρῳ καὶ οἴνου διπλᾶ δέκα ἕξ, ὑπὲρ δὲ Σεσφθα καὶ Θμοιναχη τὸ ἥμισυ μέρος τοῦ προδηλωθέντος ὀψωνίου αι μετὰ τὴν ἐνδεικνυμένην παρʼ ἐμοῦ σπουδὴν. εἰ μὲν ἐν τοῖς κτήμασιν ἢ καὶ Θμοιναχη καὶ Σεσφθα ἐξωτικοῖς τούτων τόποις ἐμὲ εἰς πλήρης λημματίσαι. προσομολογῶ δὲ καὶ ἐγὼκἀγὼ ὁ τούτου πατὴρ καὶ ἐγγυητὴς ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι τὸν προειρημένον μου υἱὸν προειρημένον υἱὸν εἰς ἅπαντα τὰ παρʼ αὐτοῦ διομολογηθέντα καὶ ἐν τούτῳ τῷ συναλλάγματι συμπληροῦντα vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.