Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.1.67104

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑπατείας Φλαυΐων Ὀρέστου καὶ Λαμπαδίου τῶν ἐνδοξοτάτων, Μεσορὴ κϛ ἐνάτηςἐννάτης ἰνδικτίονος. Φλαυίᾳ ᾳ τῇ μεγαλοπρεπεστάτῃ θυγατρὶ τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμιτος Ἰωάννου, διὰ Φλαυίου Μηνᾶ τοῦ περιβλέπτου κόμιτος καὶ προκουράτοροςπροκοράτορος, Αὐρήλιος Ἰωάννης ἐκ πατρὸς Ἑρμείου, ἐκ μητρὸς Ῥαχήλ, ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς ὑμετέρας μεγαλοπρεπείας, διὰ τοῦ προγεγραμμένου Μηνᾶ περιβλέπτου κόμιτος καὶ προκουράτοροςπροκοράτορος πρὸς δεκαετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχῶς ἐσομένης σὺν Θεῷ δεκάτης ἰνδικτίονος, τὸ ὑπάρχον αὐτῇ χωρίον ἀμπελικὸν ζωοφυτοῦν σὺν λάκκῳ ὁλοκλήρῳ καὶ δεξαμενῇ καὶ φοίνιξι καὶ φυτοῖς καὶ χρηστηρίοις πᾶσι μετὰ τῆς ἐντὸς χερσαμπέλου καὶ τῶν προσπαρακειμένων αὐτῷ γῃδίωνκτημάτων καὶ παντὸς τοῦ δικαίου, διακείμενον ἐν πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης, ἐκ βορρᾶ τοῦ ἁγίου τόπου Ἄπα Βίκτορος, ἐφʼ ᾧ με τοῦτο τὸ χωρίον ποτίσαι ἀδιαλείπτως χειμῶνί τε καὶ θέρει, καὶ πᾶσαν ἀμπελουργικὴν ἐργασίαν ποιήσασθαι ἐκ τῶν ἰδίων μου ἀναλωμάτων καὶ κτηνῶν. ἐνστάντος δὲ καιροῦ ταύτης τῆς αὐτῆς εὐτυχῶς ἐσομένης σὺν Θεῷ δεκάτης ἰνδικτίονος καὶ τοῦ ἑξῆς χρόνου κατʼκαθʼ ἔτος, παρέξω ὑπὲρ λόγου ἀποτάκτου ἑκάστης ἀρούρης τοῦ νυνὶ ἀποκρινομένου ἀμπελικοῦ χωρίου, πρὸς ἀναμέτρησιν σχοινίου, οἴνου ἀγγεῖαἀγγῖα ἑκατὸν εἴκοσι , ἐκἑκατὸν εἴκοσι ἕξἕκ ξεστῶνξεστω ἑπτὰ ἑκάστου ἀγγείουἀγγίο, σὺν κούφοις· γεωργήσω δὲ καὶ τὰ προσπαρακείμενα γῄδιακτήματα καὶ τὴν ἐντὸς χερσάμπελον, καὶ δώσω τὸν φόρον κατὰ τὴν δύναμιν τῆς μισθώσεως Ἰωάννου τοῦ προγεωργοῦπρογεωργουμένου. δώσω δὲ καὶ τὸν φόρον τῶν φοινίκων καὶ τὰ ἄλλα ἔθιμαἔθειμα κατὰ τὴν δύναμιν τῆς αὐτῆς μισθώσεως. ἀνάξω δὲ εἰςἐν ἄμπελον μετὰ ξυλίνων φραγμῶν γῆν οὕτως· τὸ μὲν ἥμισυ ἐν τῷ καιρῷ τῆς καταθέσεως τῆς παρούσης ἐνάτηςἐννάτης ἰνδικτίονος, τὸ δὲ ἄλλο ἥμισυ ἐν τῷ καιρῷ τῆς καταθέσεως τῆς σὺν Θεῷ δεκάτης ἰνδικτίονος, τῆς ὕλης καὶ τῶν ἀναλωμάτων διδομένων παρὰ τῆς ὑμετέρας μεγαλοπρεπείας, τῆς δὲ ἀμπέλου ἀναχθησομένης ἐπὶ τῷ ταύτης τὰ ἐκφόρια κουφισθῆναί μοι ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία· καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωάννης Ἑρμείου ὁ προγεγραμμένοςπρογερραμμενως μεμίσθωμαι ὡς πρόκειται. διʼ ἐμοῦ Ψάτου ἐγράφη. vestiges

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.