no image
DDbDP-text
A Labor Contract for a pronoétés (P.Lond. inv. 2219) via HGV-meta
Linked by Trismegistos ID
TM 219309.
Each record below describes this same artifact or text from a different angle.
† μετὰ τὴν ὑπατείαν Φλαουίου Βεάτορος τοῦ ἐνδοξοτάτου Παῦνι ιζ ἰνδικτίονος δ ἀρχῇ ε ἐν Ὀξυρύγχων πόλει.
[…] περιβλέπτῳ κόμετι τοῦ θείου κονσιστωρίου υἱῷ τοῦ τῆς περιβλέπτου μνήμης Μουσαίου γεουχοῦντι ἐνταῦθα τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει
[…] τῆς σῆς μεγαλοπρεπείας, συναινοῦντος αὐτῷ καὶ νῦν τοῦ οἰκείου πατρὸς τοῦ αὐτοῦ Αὐρηλίου Μεγάλου υἱοῦ Φιλοξένου ἅμα καὶ ἀναδεχομένου
αὐτὸν […] ἀποπληροῦντος ἰδίῳ τιμήματι, ἐνεχομένου αὐτῷ οὐδὲν ἧττον εἰς τὰ ὑποτεταγμένα κατὰ τὸ τοῦ μανδάτορος δίκαιον, ἀμφότεροι ἑξῆς ὑπογράφοντες
[…] ὁρμώμενοι ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν· κυρίου ὄντος καὶ βεβαίου τοῦ προτέρου συναλλάγματος τοῦ πρώην παρ’ ἐμοῦ τοῦ προειρημένου
[…] ἀναδεχθέντος τῇ σῇ μεγαλοπρεπείᾳ ἐπὶ ὑποδοχῇ προσόδων προστασίας ἐποικίου Γεροντᾶ καὶ ἄλλων τόπων τῶν καὶ ὄντων παρ’ αὐτῇ τῆς
[…] τῇ ἐνεχομένῃ αὐτῷ δυνάμει, ὁμολογῶ ὡσαύτως ἑκουσίᾳ γνώμῃ συντεθεῖσθαί με πρὸς τὸ σὸν μέγεθος χώραν προνοητοῦ
[…] Βακιν καὶ Σαραλαου καὶ Σεσφθα καὶ Θμοιναχη τῶν ὑμῶν τόπων καὶ τῶν παρεπομένων τούτοις ἐξωτικῶν ἐπὶ χρόνον ἐνιαυτὸν
[…] τοῦ ἐνεστῶτος ἔτους ροβ ρμα τῆς παρούσης τετάρτης ἰνδικτίονος, συλλογῆς καρπῶν καὶ προσόδων τῆς εὐτυχοῦς
[…] κατὰ τὸ ἐπιδιδόμενόν μοι ἀπαιτήσιμον τὴν μεθοδίαν τρέψαι κατὰ τῶν ὑπευθύνων γεωργῶν τε καὶ ἄλλων καὶ πάντα τὰ συν[…] εἰσπράξασθαι καὶ καταβαλεῖν ἐπὶ τὴν σὴν μεγαλοπρέπειαν ἀκολούθως τοῖς ἐπιστελλομένοις μοι παρʼ αὐτῆς ἐπιστάλμασιν
[…] ἑκατοστὰς δέκα ὑπὲρ τοῦ παραλημπτικοῦ μέτρου ἐποικίων Βακιν καὶ Σαραλαου καὶ τῶν παρεπομένων τούτοις ἐξωτικῶν
τόπων […] λημματίσω καλῶς καὶ παραλαμβάνω εἰς πλήρης. δώσω δὲ τοὺς λόγους καὶ τὰ ἀπὸ τῶν λογοθεσιῶν
[…] ὑπὲρ μὲν προσόδων Βακιν καὶ Σαραλαου τὸ τέλιον ὀψώνιον τοῦτʼ ἔστιν σίτου ἀρτάβας εἴκοσι τέσσαρας καὶ
[…] παραλημπτικῷ μέτρῳ καὶ οἴνου διπλᾶ δέκα ἕξ, ὑπὲρ δὲ Σεσφθα καὶ Θμοιναχη τὸ ἥμισυ μέρος τοῦ προδηλωθέντος
ὀψωνίου […]…αι μετὰ τὴν ἐνδεικνυμένην παρʼ ἐμοῦ σπουδὴν. εἰ μὲν ἐν τοῖς κτήμασιν ἢ καὶ Θμοιναχη καὶ Σεσφθα
[…] ἐξωτικοῖς τούτων τόποις ἐμὲ εἰς πλήρης λημματίσαι. προσομολογῶ δὲ καὶ ἐγὼ ὁ τούτου πατὴρ καὶ ἐγγυητὴς
ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι τὸν προειρημένον μου υἱὸν εἰς ἅπαντα τὰ παρʼ αὐτοῦ διομολογηθέντα καὶ ἐν τούτῳ τῷ συναλλάγματι συμπληροῦντα […]
…
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.