no image
DDbDP-text
† ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος
τὸ γ, χρυσοῦν ἔτος, Παχὼν τετάρτῃ, λήξεως ἑνδεκάτης ἰνδικτίονος.
[…] τῷ εὐδοκιμωτάτῳ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Ἀφοῦτος
ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίων Φοιβάμμωνος Πόλλωνος μητρὸς
[…] καὶ […] Τώρνου μητρὸς Πρόκλας ἀμφοτέρων γεωργῶν ἀπὸ
κώμης […] τοῦ Ἑρμουπολίτου νομοῦ· ὁμολογοῦμεν ἀλληλέγγυοι
ὄντες καὶ ἀλληλανάδοχοι ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι
παρὰ τῆς σῆς εὐδοκιμήσεως ἐπὶ δεκαετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν
τῶν νῦν ὄντων ἐν ἀγροῖς τῆς σὺν θεῷ εἰσιούσης δωδεκάτης ἰνδικτίονος καὶ
αὐτῆς τὰ ὑπάρχοντα τῇ σῇ εὐδοκιμήσει σπορίμης γῆς ἄμματα τεσσεράκοντα […] ἀπὸ ἀρουρῶν τεσσάρων ἀνύδρων σπορίμης γῆς
κατὰ κοινωνίαν τῶν κληρονόμων τοῦ τῆς περιβλέπτου μνήμης Ἰωάννου Ἰακύβιος
[…] τοῦ θαυμασιωτάτου Χριστοδώρου τοῦ σοῦ ἀδελφιδοῦ
[…]ν κ…[…]…ευ…αιμ[…]…του …[…]λλ…[…]εις …το[…]
[…] εἰς συμπλήρωσιν τῶν ἀρουρῶν τεσσάρων
[…]…δι…[…]ν διακειμένων ἐν πεδιάδι
τῆς αὐτῆς κώμης […] εἰς σπορὰν καὶ κατάθεσιν
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.