no image
DDbDP-text
Μετὰ τὴν ὑπατείαν Φλαουίου Λογγίνου τοῦ λαμπροτάτου, Παχὼν ϛ, ια ἰνδικτίονος.
Φλαουίῳ Ἰωάννῃ Ταυρίνου τῷ αἰδεσίμῳ ἀπὸ πριμικηρίων ἀριθμοῦ Μαύρων Ἑρμοῦ πόλεως
παρὰ Αὐρηλίου […] ἀπὸ κώμης Πτεμενκύρκεως Ποιμένων
τοῦ Ἑρμουπολίτου νομοῦ· ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς
ἀρετῆς ἐπὶ […] χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς δωδεκάτης ἰνδικτίονος τὰς ὑπαρχούσας σοι
ἀρούρας […] διακειμένας περὶ πρακτορίαν τῆς προγεγραμμένης μου κώμης εἰς σπορὰν ὧν
ἐὰν αἱρῶμαι, φόρου τούτων ἀποτάκτου κατ’ ἔτος χρυσοῦ νομισμάτια τρία παρὰ κεράτια ἐννέα
[…] τῷ δὲ ἀβρόχῳ, ὃ μὴ εἴη, παρέξω χρυσοῦ νομισμάτια
[…] ὅνπερ χρυσικὸν φόρον ἀποδώσω σοι τῷ Μεσορὴ
μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος
[…] ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος […]… ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα
ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος […] ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ
τοῦ θεμένου. Αὐρήλιος […] ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου.
[…] θεμένου.
[…] δι’ ἐμοῦ Φοιβάμμωνος ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.