no image
DDbDP-text
† βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου
Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος
ἔτους τετάρτου […] ιε, δευτέρας ἰνδικτίονος.
[…]…μωνος τῷ θαυμασιωτάτῳ
ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίας Κύρας θυγατρὸς
[…] μητρὸς Ἡραίδος ἀπὸ τῆς αὐτῆς πόλεως·
ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου
ἐφ’ ὅσον χρόνον διακατέχω, λογιζόμενον ἀπὸ τῆς
σήμερον ἡμέρας ἥτις καὶ προγέγραπται, τὸν ὑπάρχοντά σοι […]…α ἐν τῇ δευτέρᾳ
στέγῃ […] σὺν τῷ αἱροῦντι μέρει τοῦ
[…] καὶ τοῦ δώματος καὶ παντὸς
δικαίου καὶ […] χορτοθήκην μίαν ἀπὸ
τῆς σῆς οἰκίας διακειμένης ἐπὶ τῆς αὐτῆς πόλεως
ἐπ’ ἀμφόδου […] ἀπηλιώτου πρὸς χρῆσιν
ἐμὴν καὶ οἴκησιν, ἐνοικείου τούτων κατ’ ἔτος
χρυσοῦ κερατίων τεσσάρων, γίνεται χρυσοῦ κεράτια δ, ὅπερ ἐνοίκειον
ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως
καὶ ὁπόταν βουληθείης ἔχειν παραδώσω σοι τὸν εἰρημένον […]…[…]δι ὡς παρείληφα·
ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθείσα ὡμολόγησα † † †.
Αὐρηλία Κύρα […]… ἡ προκειμένη μεμίσθωμαι
ὡς πρόκειται. […] Γενναδίου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας †
[…]υ ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει
ἀκούσας παρὰ τῆς θεμένης. […]μων Βασιλείδου
ἀπὸ Ἑρμοῦ πόλεως […] μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῆς
θεμένης †
† δι’ ἐμοῦ […] συμβολαιογράφου ἐγράφη.
[… 2 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.