no image
DDbDP-text
Location via HGV-meta
Linked by Trismegistos ID
TM 18429.
Each record below describes this same artifact or text from a different angle.
[r]
☧ βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστουαὐτοκράτορος ἔτους
εἰκοστοῦ ἐνάτου, μετὰ τὴν ὑπατείαν ΦλαυίουΒασιλείου τοῦἐνδοξοτάτου ἔτους τεσσαρεσκαιδεκάτου, Τῦβι τετάρτῃ τετάρτης
ἰνδικτίονος. ἐν Ἀντινόουπόλεως τῇ λαμπροτάτῃ.
† Αὐρηλία Ἄμα Ῥαχὴλ θυγάτηρ Κολλούθου, μητρὸς Κύρας, ὁρμωμένη ἀπὸ τῆςἈντινοέων, Αὐρηλίῳ
Ἰσακίῳ τῷ γνησιωτάτῳ μουὁμογνησίῳ ἀδελφῷ ἐξ ἀμφοτέρων γονέων, καὶ αὐτῷ ἀπὸ τῆς αὐτῆς Ἀντινοέων.
ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος, πρὸς ὅσον ἐὰν βούλῃ χρόνον,
λογιζόμενον ἀπὸ νεομηνίας τοῦ παρελθόντος μηνὸς Χοίακ τῆς παρούσης τετάρτης ἰνδικτίονος, ἀπὸ τοῦ
διαφέροντός σοι μέρους ὁλοκλήρου οἰκίας διστέγου, οἵας ἐστὶν θέσεως σὺν δώματι καὶ αὐλῇ καὶ
χρηστηρίοις πᾶσι καὶ δικαίοις, τῆς διακειμένης κατὰ ταύτην τὴνἈντινοέων πόλιν ἐν τῷ γ γράμματι
ἐν ταῖς ἄνω μέρεσι τῆς πόλεως, ἠνεῳγμένης εἰς ἀπηλιώτην, ἀριστήριον κείμενον ἐν τῇ ἄνω στέγῃ,
νεῦον εἰς βορρᾶ, μετὰ τοῦ ἐγγύθεν κι…ωνος νεύοντος εἰς ἀπηλιώτην, ἔτι μὴν καὶ τόπον ἕνα
ὑποκάτω το[…]νεύοντα εἰς λίβα μετὰ τῆς χρήσεως τῶν δικαίων τῆς εἰσόδου καὶ ἐξόδου
καὶ ἀνόδου καὶ καθόδου σὺν παντὶ τῷ δικαίῳ, ἐφʼ ᾧ τέ με τούτους ἔχειν πρὸς ἡμετέραν
χρῆσιν καὶ οἴκησιν, καὶ διδόναι σοι λόγῳ ἐνοικίων τούτων καθʼ ἕκαστον ἐνιαυτὸν χρυσοῦ
κεράτια δώδεκα, γίνεται χρυσοῦ κεράτια ιβ, ὅπερ ἐνοίκιον ἀποδώσω σοι κατʼ ἔτος ἀνυπερθέτως. καὶ
μεθʼ ὃν βούλει χρόνον παραδώσω σοι τοὺς αὐτούς τόπους σὺν ταῖς ἐφεστώσαις θύραις
καὶ κλεισὶ, μετὰ παντὸς τοῦ δικαίου. ἡ μίσθωσις κυρία καὶ βεβαία. καὶ εἰς πάντα ἐπερωτηθεὶς ὡμολόγησα ☧ Αὐρηλία
Ἄμα Ῥαχὴλ, θυγάτηρ Κολλούθου, μεμίσθωμαι τὸ σὸν μέρος τῆς οἰκίας, καὶ δώσω τὸ ἐνοίκιον κατʼ ἔτος ὡς πρόκειται
☧[…]υἱὸς[…], ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης † …… †
☧[…]υἱὸς[…]ἀπὸ[…]πόλεως, μαρτυρῶ τῇ μισθώσει
ἀκούσας παρὰ τῆς θεμένης ☧.
[v]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.