no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9009.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίᾳ Ἀμμωνίᾳ τῇ καὶ Δημητρίᾳ διʼ ἐκδίκου τοῦ κατὰ
[…]θείου Αὐρηλίου Σερήνου Ἁρποκρατίωνος ἀπὸ
[…]ου.
παρὰ[…]υ τοῦ καὶ Σατύρου Καλάντου ἀπὸ
ἀμφόδου Βειθυνῶν Εἰσίωνος. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἀπὸ τῆς ὑπαρχούσης σοι οἰκίας
ἐν τῇ αὐτῇ πόλει ἐπ ἀμφόδου βειθυνῶν Εἰσίωνος[…] μέρους συμπόσιον ὑπὲρ ον[…]καὶ τὸν ἄνω τοῦ συμποσίου κοιτῶνα
σὺν χρηστηρίοις ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ὄντος
μηνὸς Ἁθὺρ ἐνοικίου κατὰ μῆνα ἕκαστον ἀργυρίου
δραχμῶν[…]τῆς προσδεηθείσης ἐπισκευῆς
ἢ ἀνοικοδομίας οὔσης πρὸς σὲ τὴν κτήτορα, τῆς δὲ
ἐπιμελείας καὶ φροντίδος πρὸς ἐμὲ τὸν μισθούμενον, τὸ δὲ ἑσταμένον ἐνοίκιον ἀποδώσω
καθʼ ἕκαστον μῆνα ἀκοιλάντως ἔχοντός μου ἐξουσίαν
τῆς χρήσεως[…]καὶ τῶν ἄλλων χρηστηρίων
[…]ε κλεῖδας ἐπιστήσομαι
[…]χωρὶς τοῦ ἐνοικίου καὶ μετὰ τὸν χρόνον
παραδώσω σοι τὰ μισθούμενα καθαρὰ ἀπὸ πάσης
ἀκαθαρσίας σὺν ταῖςἐφεστώσαις θύραις καὶ
κλεισίν, ἐὰν φαίνηται μισθῶσαι. Αὐρηλία Ἀμμωνία[…]ἐμίσθωσα, ὡς πρόκιται.
ἔτους[…]Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς
Εὐτυχοὺς καὶΜάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου
καὶ ἐπιφανεστάτου ΚαίσαροςΣεβαστῶν Ἁθὺρ γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.