no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9072.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Πασίων Ἀμωνιανοῦ ἀπὸ τῆς
Ἀρσινοιτῶν πόλεως Αὐρηλίοις Ἰσάσι
καὶ Ἰεκώνει ἀπὸ τῆς Ἀφροδιτοπολιτῶν
πόλεως χαίρειν.
ὁμολογῶ μεμισθωκέναι σοι τὰς
ὑπαρχούσας μοι ἀρούρας δύο ἀρούρας β
ἐν κλήρῳ καλουμένῳ Ἀφρικιανὸς, φόρου ἑκάστης ἀρούρης ἀρτάβας δύο ἀρτάβας β, ἐμοῦ δὲ τοῦ μισθωσαμένου θερίζοντος τῷ μισθῷ,
τῆς μισθώσεως ταύτης κυρίας
οὔσης πανταχοῦ ἐπιφερομένης
καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν
Κονσταντίνου καὶ Λικιννιανοῦ
Σεβαστῶν τὸ γ, Ἁθὺρ λ.
Αὐρήλιος Πασίων μεμίσθωκα ὡς πρόκιται. Αὐρήλιος
Ἀμώνιος ἔγραψα ὑπὲρ αὐτοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.