no image
DDbDP-text
[r]
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ζήνωνος
τοῦ αἰωνίου Αὐγούστου τὸ γ Θὼθ ιη ε ἰνδικτιῶνος.
Φλαυίῳ Ἰωάννῃ Ταυρίνου σκρινιαρίῳ τῆς στρατιωτικῆς
τάξεως ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης
παρὰ Αὐρηλίου Φοιβάμμωνος Θούρβωνος μητρὸς Ἑλένης
ἀπὸ κώμης Πτεμενκύρκεως Ποιμένων τοῦ
Ἑρμουπολίτου νομοῦ χαίρειν. βούλομαι ἑκουσίως
καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ ἐπὶ τριετῆ χρόνον τὰς ὑπαρχούσας σοι ἀρούρας
δύο ἐν πεδιάδι τῆς αὐτῆς κώμης γίνονται ἄρουραι β
εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῶμαι, φόρου
ἀποτάκτου τοῦ πρὸς ἀλλήλους συμπεφωνημένου κατʼ ἔτος χρυσοῦ νομισματίων δύο ζυγῷ
Ἑρμοῦ πόλεως παρὰ κεράτια ἕξ, γίνεται χρυσοῦ νομισμάτια β
ζυγῷ Ἑρμοῦ πόλεως παρὰ κεράτια ϛ, ὅνπερ φόρον
ἀποδώσω σοι πρὸς λῆξιν ἐν τῷ μηνὶ Μεσορὴ
κατʼ ἔτος ἀνυπερθέτως καὶ μετὰ συμπλήρωσιν
τοῦ χρόνου τῆς μισθώσεως παραδώσω σοι ἀρούρας δύο ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία
καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Θούρβωνος
ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος
Ὧρος Πκυλίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος καὶ εἰπόντος μοι γράμματα μὴ εἰδότος.
καὶ διʼ ἐμοῦ ἐγράφη τὸ σωμάτιον
[v]
μίσθωσις Φοιβάμμωνος Θούρβωνος ἀρούρας βSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.