no image
DDbDP-text
Lease of a House via HGV-meta
Linked by Trismegistos ID
TM 21069.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας Φλαουίων Ἀμαντίου καὶ
Ἀλβίνου τῶν λαμπροτάτων.
ἐμίσθωσεν κατὰ μισθαποχὴν
Αὐρήλιος Ἄμμων Εὐλογίου ἀπὸ τῆς λαμπρᾶς
καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως
Αὐρηλίοις Ἰσιδώρῳ Διδύμου καὶ
Θέωνι Διονυσίου, ἀμφοτέροις ἀπὸ
τῆς αὐτῆς πόλεως, ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ τοῦ ὄντος μηνὸς
Θὼθ τοῦ ἐνεστῶτος μ ἔτους κβ ἔτους ιγ ἔτους τὴν
ὑπάρχουσαν αὐτῷ ἐν τῇ αὐτῇ πόλει
ἐπʼ ἀμφόδου Δρόμου Θοήριδος σὺν
τῇ ἀπὸ νότου μικρᾷ ὑψηλῇ ὁλόκληρον οἰκίαν, ἐν ᾗ κατάγειον, καὶ
αὐλὰς μικρὰς δύο σὺν χρηστηρίοις
πᾶσι, ἐνοικίου κατʼ ἔτος ἀργυρίου ταλάντων ἐνενήκοντα .
ἐντεῦθεν δὲ ὁμολογεῖ ὁ αὐτὸς Ἄμμων ἀπεσχηκέναι παρὰ τοῦ
Ἰσιδώρου καὶ τοῦ Θέωνος τὸ αὐτὸ
ἐνοίκιον ἐνιαυτῶν τεσσάρων
πλῆρες ἀπὸ τοῦ αὐτοῦ μηνὸς
Θὼθ, ἐπὶ τῷ τοὺς αὐτοὺς Ἰσίδωρον καὶ Θέωνα χρήσασθαι τῇ
οἰκίᾳ ἐπὶ τὸν τετραετῆ χρόνον
ἀκωλύτως. καὶ μετὰ τὸν χρόνον
ἀποδώσω τὴν αὐτὴν οἰκίαν καθαρὰν
ἀπὸ κοπρίων καὶ δείσης πάσης,
καὶ ἃς ἐὰν παραλάβω θύρας καὶ κλεῖδας, ἢ
ἀποτισάτω ἀντὶ οὗ ἐὰν μὴ παραδῶσι ἐκτίσω τὴν ἀξίαν τιμήν. κυρία ἡ μισθαποχή, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Ἰσίδωρος μεμίσθωμαι
ὡς πρόκειται. Αὐρήλιος Θέων μεμίσθωμαι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.