no image
DDbDP-text
[…]…ρ… τῶν λαμπροτάτων
[…] ὀγδόης ἰνδικτίονος.
[…] τῇ εὐγενεστάτῃ […]…[…] μνήμης
[…] ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἰσακίου Γενναδίου
ἰατροῦ ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν· ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως
μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐφ’ ὃν βούλει χρόνον λογιζόμενον
ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς Μεσορὴ τῆς παρούσης ὀγδόης ἰνδικτίονος
τὸ διαφέρον σοι ἥμισυ μέρος οἰκίας …[…]…[…]οικι[…] σὺν αὐλῇ
καὶ […] καὶ παντὶ δικαίῳ διακειμένης τῆς αὐτῆς οἰκίας ἐπὶ τῆς
Ἑρμουπολιτῶν ἐπ’ ἀμφόδου Πόλεως ἀπηλιώτου πρὸς χρῆσιν καὶ
οἴκησιν ἐμὴν ἐπὶ τῆς αὐτῆς πόλεως, ἐνοικείου τούτου κατὰ μῆνα ἀργυρίου
ταλάντων […]ν, ὅπερ ἐνοίκειον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου
μηνὸς ἀνυπερθέτως, καὶ ὁπόταν βουληθείης ἔχειν τὸ ἥμισυ μέρος
τῆς οἰκίας, παραδώσω σοι σὺν θύραις καὶ κλεισὶν […]…αν…ιαν καὶ
[…]νεν ὡς παρέλαβον ἐν μηδενὶ καταβεβλαμμένον
πλὴν τῆς χρήσεως· τὸ γράμμα τῆς μισθώσεως κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰσάκιος Γενναδείου ἰατρὸς ἀπὸ Ἑρμοῦ πόλεως
ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος …η[…] Ἑρμείνου ἀπὸ Ἑρμοῦ πόλεως
μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου .
[…] μαρτυρῶ τῇ μισθώσει ἀκούσας
παρὰ τοῦ θεμένου […]
vestigSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.