no image
DDbDP-text
[…]τάτου Ἁθὺρ β … ια ἰνδικτίωνος.
[…] ἀπὸ τῆς Ἑρμουπολιτῶν
παρὰ Αὐρηλίου Βίκτορος […]ου ὁρμωμένου καὶ αὐτοῦ ἀπὸ
τῆς αὐτῆς πόλεως· ὁμολογῶ ἐγὼ ὁ προειρημένος Βίκτωρ διὰ ταύτης μου τῆς
ἐγγράφου ὁμολογίας […] ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου ἐφ’ ὃν βούλει χρόνον λογιζόμενον ἀπὸ νεομηνίας τοῦ παρελθόντος μηνὸς Φαῶφι τῆς παρούσης ἑνδεκάτης ἰνδικτίονος τὴν ὑπάρχουσάν σοι
οἰκίαν […] σὺν χρηστηρίοις πᾶσι δικαίοις
[…] διακειμένην ἐπ’ ἀμφόδου Πόλεως λιβὸς ἐν τῷ
[…]… δημοσίαν ἀγορὰν πρὸς
χρῆσιν ἐμὴν […] ἐνοικείου ταύτης κατ’ ἔτος κούφων
[…] ὅπερ ἐνοίκειον ἀποδώσω σοι πρὸς λῆξιν
ἑκάστου ἔτους ἀνυπερθέτως, καὶ ὁπόταν βουληθείης ἔχειν παραδώσω σοι
τὴν οἰκίαν […]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.