no image
DDbDP-text
[… ? lines lost …]
[… 1 line lost …]
[…] ἀποδώσω σοι τῷ Ἁθὺρ μηνὶ πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως· εἰ δὲ ἡ προκειμένη γῆ ἢ μέρος ταύτης μὴ ἀπολιμνωθείη μέχρι πέμπτης καὶ εἰκάδος τοῦ Τῦβι
μηνός τῆς παρούσης δεκάτης ἰνδικτίονος ἀλλότριος ἔσομαι τῆς τούτου σπορᾶς καὶ γεωργίας·
ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἄριος Ἁτρῆτος ὁ προκείμενος
μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἑρμαίων …ω…νου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ
γράμματα μὴ εἰδότος. Φοιβάμμων Λεοντίου διάκονος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ
θεμένου. Αὐρήλιος Ἰωσῆφις Ἑρμαπόλλων ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου.
δι’ ἐμοῦ Ἑρμοῦ…[…]…γρ…φSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.