Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.17.2685

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

† † βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου Νέου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Μεσορὴ εἰκάδι τετάρτης ἰ¨νδικτιῶνος † † Αὐρηλίᾳ Ἀφθονίᾳ τῇ εὐγενεστάτῃ ἐκ πατρὸς τοῦ μακαρίτου Ὑψίστου ἀπὸ τῆς Ἑρμουπολιτῶν † παρὰ Αὐρηλίων Παπνουθίου Ἰωάννου μητρὸς …ας καὶ Πινουτίου αὐτοῦ ἀδελφοῦ στιππουργῶν ἀπὸ κώμης Ἄρεως τοῦ Ἑρμουπολίτου. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀδιαιρέτως ἀλλήλων ἀνάδοχοι ἐπὶ τῇ συνθέσει ταύτης τῆς μισθώσεως ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαιπαρὰ σοῦ ἐπὶ δεκαετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ πέμπτης ἰνδικτιῶνος καὶ αὐτῆς τὰς ὑπαρχούσας σοι ἀρούρας δύο σπορίμης ἀνύδρου γῆς οὔσας ἐν τῷ ἀπηλιώτῃ τῆς αὐτῆς πόλεως ἐκ νότου τοῦ χώματος ἐξ ἀπηλιώτου πρὸς νότον τῆς ἁγίας ἀρετῆς ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου ὧν γείτονες νότου βορρᾶ ἀπηλιώτου λιβὸς εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρώμεθα, φόρου τούτων κατʼ ἔτος σίτου ἀρταβῶν δώδεκα, γίνονται σίτου ἀρτάβαι ιβ, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ τῷ Ἀθηναίῳ ἀποδώσομεν μεν καὶ ἀποκαταστήσομεν εἰς οἶκόν σου ἐν Ἑρμοῦ πόλει ἰδίοις ἡμῶν ζῴοις καὶ ἀναλώμασι ἐν τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως. παρέξομεν δὲ κατʼ ἔτος λόγῳ συνηθείας σταχύων δέματα ὀκτὼ καὶ ἀχύρου σιτίνου σαργάνην καὶ γάλακτος χύτραν μίαν καὶ φασήλου δέμα…ου ἓν καὶ εἰ σὺ βούλῃ μὴ ἡμᾶς ἀποστῆναι τῆς γεωργίας τῶν αὐτῶν δύο ἀρουρῶν πρὸ συμπληρώσεως τοῦ εἰρημένου δεκαετοῦς χρόνου ἐπὶ τῷ ἡμᾶς … τὸν φόρον ἀποταττομένους τῇ τῶν νόμων βοηθέᾳ καὶ … τη…ει… καὶ οὐκ ἔξεστιν ἡμῖν ἀποστῆναι …εντο … ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Παπνούθιος καὶ Πινούτιος Ἰωάννουοἱ προκείμενοι μεμισθώμεθα ὡς πρόκειται.[…][…] … […]… ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων † † Ἐπιφάνιος … ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. † διʼ ἐμοῦ Ἰου…[…]… συμβολαιογράφου ἐγράφη.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.