no image
DDbDP-text
[r]
τοῖς μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ζήνωνος
τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος τὸ γ Θὼθ … ε ἰνδικτιῶνος.
Φλαυίῳ Θεοδώρῳ υἱῷ Θεοδώρου αἰδεσίμῳ πολιτευομένῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Παπνουθίου
Ὥρου μητρὸς Εὖτος ἀπὸ κώμης Φβῦ τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως
μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος
ἐπὶ τετραετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς
ἕκτης ἰνδικτιῶνος τὴν ὑπάρχουσαν τῇ σῇ ἀρετῇ μερίδαν
μίαν χωρίου ἀμπελικοῦ ἀρουρῶν, ὅσων ἐστίν,
ἐν συστάσει σὺν φυτοῖς πᾶσι καὶ φοίνιξι διακειμένην
ἐν πεδιάδι κώμης Σεσιὺ τοῦ αὐτοῦ νομοῦ πρὸς χειρικὴν
ἀμπελουργικὴν ἐργασίαν καὶ βοτανολογίαν καὶ […]ίαν καὶ
καθαρολογίαν καὶ πᾶσαν ἐπιμέλειαν ἐφʼ ᾧτε λαβεῖν σε τὸν
γεοῦχον τὸ ἥμισυ τέταρτον μέρος παντὸς τοῦ ἐκβησομένου
οἴνου καὶ τοῦ καρποῦ τῶν παντοίων φυτῶν καὶ φοινίκων καὶ ἐμὲ
τὸν ἀμπελουργὸν δέξασθαι τὸ ἄλλο τέταρτον μέρος ἀνθʼ ὧν
ποιοῦμαι καμάτων καὶ ἀναλωμάτων … ἐπὶ τῷ σε
τὸν γεοῦχον λαβεῖν ἀπὸ τοῦ κοινοῦ πίθου λόγῳ πρωτολήνου ἑκατὸν […] ἐν τῷ καιρῷ τρύγης δελφάκιον
ἓν ἄξιον ἀργυρίου ταλάντων ἑξακισχιλίων καὶ πινάκιον
μεστὸν βρωμάτων ἄξιον ἀργυρίου ταλάντων τετρακισχιλίων καὶ […]… μετὰ τῶν ἄλλων ἀμπελουργῶν καὶ
ἐλαίου […] Συρίου ξέστην ἕνα καὶ ἐλαίου σπανοῦ ξέστου
ἥμισυ καὶ ἄρτων ἁπαλῶν ἀρτάβης ἥμισυ ἐπὶ τῷ με σκάψαι
τὸ χωρίον τέταρτον κατʼ ἔτος. ἑτοίμως δὲ ἔχω τὰς ἐγγαρίας
ποιεῖσθαι […] μετὰ τῶν ἑταίρων μου ἀμπελουργῶν
χωματισμοὺς[…]. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς
ὡμολόγησα. † Αὐρήλιος Παπνούθιος Ὥρου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἑρμῖνος Παλλαδίου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς
ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος
[…]ω…ω[…]…ωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμενου. Αὐρήλιος Φοιβάμμων Ἡρακλείου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ
τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου.
[…]† διʼ ἐμοῦ Ἀντινόου ἐγράφη κτ…ιθει. †
[v]
μίσθωσις Παπνουθίου Ὥρου ἀπὸ κώμης Φβῦ ἙρμουπολίτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.