no image
DDbDP-text
[r]
τοῖς μετὰ τὴν ὑπατείαν Φλαυίου Θεοδωρίχου τοῦ λαμπροτάτου Ἐπεὶφ δ
θ ἰνδικτίονος
Φλαυίῳ Ἰωάννῃ Ταυρίνου αἰδεσίμῳ ἀπὸ πριμικηρίων ἀριθμοῦ
Μαύρων τῶν ἐπὶ τῆς Ἑρμουπολιτῶν καθιδρυμένων
παρὰ Αὐρηλίου Ἰσακίου Παπνουθίου μητρὸς Σοφίας ἀπὸ
ἐποικίου καλουμένου Σενταπαω περὶ πρακτορίαν κώμης
Πτεμενκύρκεως Ποιμένων τοῦ Ἑρμουπολίτου νομοῦ.
ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι
παρὰ τῆς σῆς θαυμασιότητος ἐπὶ τριετῆ χρόνον
τὸ ὑπάρχον τῇ σῇ θαυμασιότητι χωρίον ἀμπελικὸν
ἀρουρῶν ὅσων ἐστὶν ἐν συστάσει σὺν φυτοῖς πᾶσι ἀπὸ καρπῶν τῆς εὐτυχοῦς
δεκάτης ἰνδικτίονος διακείμενον περὶ πρακτορίαν τῆς αὐτῆς κώμης πρὸς
χερικὴν ἀμπελουργικὴν ἐργασίαν καὶ πᾶσαν ἐπιμέλειαν καὶ καλι-εργίαν
καὶ φιλοκαλίαν καὶ θρυοκοπίαν καὶ βοτανολογίαν καὶ περίσκαψιν ἄμεμπτον ἐφʼ ᾧτέ σε τὸν γεοῦχον λαβεῖν τὸ ἥμισυ τέταρτον μέρος παντὸς τοῦ ἐκβησομένου οἴνου καὶ ἀπὸ τοῦ κοινοῦ πίθου οἴνου κνίδια ἑκατόν , καί μοι τῷ μισθωτῇ ἤτοι ἀμπελουργῷ ἀνήκοντι τὸ ἄλλο τέταρτον μέρος ἀνθʼ ὧν ποιοῦμαι καμάτων· σκάψω δὲ τὸ αὐτὸ χωρίον τέταρτον κατʼ ἔτος, παρέξω δὲ ἐν τῷ καιρῷ τῆς τρύγης δελφάκιον ἄξιον ἀργυρίου ταλάντων ὀκτακισχιλίων καὶ πινάκιον ἄξιον ἀργυρίου ταλάντων
τετρακισχιλίων · παρέξω δὲ κατʼ ἔτος ὑπὲρ φόρου τῶν ἐκεῖσε περσικῶν χρυσοῦ νομισματι[…] εἴτε ἐν οἴνῳ οἴνου κνίδια ἐνενήκοντα ἀνυπερθέτως. ἡ μίσθωσις κυρία
καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἴσακος Παπνουθίου ὁ προκείμενος, μεμίσθωμαι ὡς πρόκειται. Αὐρ-ήλιος Φοιβάμμων
Ταυρίνου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος
Αὐρήλιος Θεόδωρος Λ……ου μαρτυρῶ τῇ μισθώσει αἰτηθεὶς παρὰ τοῦ μισθωσαμένου.
Αὐρήλιος Δο[…]…ο…τη…αρ… ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει αἰτηθεὶς παρὰ τοῦ μισθωσαμένου.
Αὐρήλιος […]…ς Θεοδώρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου.
διʼ ἐμοῦ …[…]…[…]ἐγράφη
[v]
μίσθωσις Ἰσάκου Παπνουθίου ἀπὸ …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.