Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.berl.frisk.1

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[1] Δείῳ καὶ Σαβείνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνότροφοι τῶν ἑξῆς κωμῶν διὰ τοῦ[…]ἀποσυσταθέντος· ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν τῶν β μερίδων ὑπὲρ φορέτρων ἀπεργασίας ἐπὶ τῷ στρατηγῷ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι γενομένης γενήματος ιγ ἔτους κριθῆς ἀρτάβας ι 𐅵 η, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν δ διώβολον, τὰς συναγομένας ἀργυρίου δραχμὰς μϛ.ἐσμὲν δὲ Μούχεως· Σαμβᾶς Σαμβᾶ ἀρτάβης 𐅵 κδ. […] Πισάιτος ἀρτάβης 𐅵 κδ. […]Χρυσᾶς Διδύμου ἀρτάβης 𐅵 κδ. […]Διονύσιος Σώτου ἀρτάβης 𐅵 κδ. […]καταιτ ἀρτάβης 𐅵 κδ. […] Χρυσᾶς Ἡρᾶ ἀρτάβης 𐅵 κδ. […] ἀρτάβης 𐅵 κδ. Ἀκοῦς Ἀκοῦτος ἀρτάβης 𐅵 κδ. […] Παχνου Σώου ἀρτάβης 𐅵 κδ. […]… Ἐλευσῖνος ὁμοίως […]γίνονται αἱ προκείμεναι. […] ἀπέχω τὰς προκειμένας δραχμὰς μϛ. […]ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου […]Μεχεὶρ ι. [2] Δείῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις Σωτήριχος Σαραπίωνος τοῦ Σωτηρίχου καμηλοτρόφος κώμης Διονυσιάδος […] ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων πυροῦ, οὗ κατῆξα ἀπὸ δημοσίων θησαυρῶν Πολέμωνος μερίδος εἰς ὅρμον Καινῆς ἀπεργασίας γενομένης γενήματος ιζ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου πυροῦ ἀρτάβας ιβ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ἐνενήκοντα ἕξ, γίνονται δραχμαὶ ϙϛ. ἐγράφη διὰ Ἑρμίου νομογράφου. ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Μεχείρ. Σωτήριχος Σαραπίωνος ἀπέχω τὰς δραχμὰς ἐνενήκοντα ἕξ , καθὼς πρόκιται. …[…]γνωρίζω τὸν προκίμενον ἀναιρούμενον τὰς τοῦ ἀργυρίου δραχμὰς τριακοσίας μίαν τριώβολον. [3] Σαβείνῳ γεγυμνασιαρχηκότι καὶ μετόχοις δημοσίοις τραπεζίταις Ἀμμώνιος Ἀμμωνίου καμηλοτρόφος Διονυσιάδος διὰ Σαραπάμμωνος ἀδελφοῦ ἀποσυσταθέντος. ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος καὶ Πτολεμαίου βασιλικοῦ γραμματέως Θεμίστου ὑπὲρ φορέτρων πυροῦ ἀπεργασίας, ἧς ἐποιησάμην ἀπὸ θησαυρῶν Θεμίστου εἰς τοὺς ὅρμους γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας θ 𐅵 κδ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ἑβδομήκοντα ἓξ διώβολον, γίνονται δραχμαὶ οϛ διώβολον. ἐγράφη διὰ Μαρίωνος νομογράφου. ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ ια. Ἀμμώνιος Ἀμμωνίου καμηλοτρόφος Διονυσιάδος διὰ Σεραπάμμωνος ἀδελφοῦ ἀπέχω τὰς προκειμένας δραχμὰς ἑβδομήκοντα ἓξ ὀβολοὺς δύο, καθὼς πρόκιται. [4] […]καὶ μετόχοις δημοσίοις τραπεζίταις Πρωτίων Πρωτᾶ ἰδιωτικὸς κτηνοτρόφος κώμης Ὀξυρύγχων. ἀπέχω παρʼ ὑμῶν τιμὴν πυροῦ καὶ κριθῆς ὑπὲρ φορέτρων, ὧν κατῆξα ἀπὸ θησαυρῶν τῆς Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἀπεργασιῶν γενομένων ἐπὶ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ ἀπὸ γενήματος ιδ ἔτους καὶ ιε ἔτους πυροῦ ἀρτάβας ιε 𐅵, κριθῆς δ γ, ὡς τῆς ἀρτάβης τοῦ μὲν πυροῦ ἐκ δραχμῶν η, δραχμὰς ρκδ, τῆς δὲκριθῆς ἐκ δραχμῶν δ τριώβολον, δραχμὰς ιθ τριώβολον, τὰς ἐπὶ τὸ αὐτὸ ἑκατὸν τεσσαράκοντα τρεῖς τριώβολον, γίνονται δραχμαὶ ρμγ τριώβολον πλήρης, μηδενὸς ὑπολογηθέντος ὑπὲρ ἑκατοστῆς ἢ ἄλλου τινός. Πρωτίων ὁ προγεγραμμένος ἀπέχω τὰς προκιμένας δραχμὰς ρμγτριώβολον πλήρης ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεχὶρ ια. [5] […] δημοσίοις τραπεζίταις. Δομίτιος ……φεως δημόσιος κτηνοτρόφος Διονυσιάδος. ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν τῆς Θεμίστουκαὶ Πολέμωνος μερίδος ὑπὲρ φορέτρων πυροῦ καὶ κριθῆς ὧν ἐδηλώθην καταγειοχέναι ἀπὸ θησαυρῶν[…]…ομ[…]… εἰς τοὺς ὅρμους[…]……ου […]αρτα… […] τετρακισχιλίας[…] … κριθῆς ἀκολούθως […]…ου… […]τῆς δὲ κριθῆς […]… [6] ἀργυρίου δραχμαὶ μη Δείῳ καὶ Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις Ἀμμώνιος Καλᾶ δημόσιος κτηνοτρόφος κώμης Κυνῶν διὰ Θεογίτονος ἀποσυσταθέντος. ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου τὰ κατὰ τὴν στρατηγίαν τῶν β μερίδων, ἃς ᾐτησάμην ἐπισταλῆναι ὑπὲρ φορέτρων πυροῦ, οὗ κατῆξα ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἀπεργασίας ἐπὶ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ τῶν β μερίδων γενήματος ιζ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου πυροῦ ἀρτάβας ϛ ιβ, ὡς τῆς ἀρτάβης κατὰ τὰ κελευσθέντα ἑκάστης, τὰς συναγομένας ἀργυρίου δραχμὰς μη τετρώβολον. Θεογίτων ἀποσυσταθεὶς ὑπὸ τοῦ προγεγραμμένου κτηνοτρόφου ἀπέχω παρὰ τῶν δημοσίων τραπεζιτῶν τὰς τοῦ ἀργυρίου δραχμὰς μη τετρώβολον, καθὼς πρόκειται. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ια. [7] [… ? lines lost …] […] κώμης Τεβέτνυ Πολέμωνος μερίδος. ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδος ὑπὲρ φορέτρων πυροῦ καὶ κριθῆς ἀπεργασίας, ἧς ἐποιησάμην ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας β ιβ, κριθῆς […], τιμῆς τοῦ μὲν πυροῦ ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰςσυναγομένας ἀργυρίου δραχμὰς ιϛ τετρώβολον, τῆς δὲ κριθῆς ὡς τῶν ρ ἀρταβῶν δραχμῶν[…], τὰςσυναγομένας ἀργυρίου δραχμὰς […] ἐγράφη διὰ Μαρίωνος νομογράφου ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ α[…].[…] [… ? lines lost …] [8] Δείῳ Δείου καὶ μετόχοις δημοσίοις τραπεζίταις παρὰ τῶν ὑπογεγραμμένων ἀνδρῶν δύο μαγδωλοφυλάκων δευτέρου μαγδώλου τοῦ ὑπερκειμένου του Μοντίλα ποταμοῦμαγδώλου. ὁμολογοῦμεν ἀπέχειν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὲρ ὀψωνίου μηνῶν δύο, Ἁθὺρ καὶ Ἁδριανοῦ τοῦ ἐνεστῶτος ιη ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, ἀνὰ λόγον ἐκ δραχμῶν λβ, τὰς συναγομένας τῆς διμήνου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι ὀκτώ, γίνονται ἀργυρίου δραχμαὶ ρκη. εἰσὶν δέ· Ἀφροδᾶς Ἀφροδᾶ τοῦ Σι…[…] ἐτῶν ν, οὐλὴ ποδὶ δεξιῷ. Ὀρσεὺς Ὀρσενούφεως ἐτῶν […] οὐλὴ μετώπῳ. εἰκονίσθησαν φάμενοι μὴ εἰδέναι γράμματα διὰ Ἡρακλείδου. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ ιβ. [9] Δείῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις οἱὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι κώμης Φιλωτερίδος τῆς Ἡρακλείδου μερίδος. ἀπέχομεν παρʼ ὑμῶν, ἃς ᾐτησάμεθα ἐπισταλῆναι παρὰ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν τῆς Θεμίστου καὶ Πολέμωνος μερίδος ὑπὲρ φορέτρων πυροῦ, οὗ κατήξαμεν ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς ὅρμον Καινῆς, ὑπὲρ ἧς ἐποιησάμεθα ἀπεργασίας ἐπὶ σοὶ γενήματος ιζ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου πυροῦ ἀρτάβας ιγ ϛ κδ, τιμῆς ὡς τῆς ἀρτάβης κατὰ τὰ κελευσθέντα ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ἑκατὸν πέντε τετρώβολον, ἃς ἐξωδιασθήμεθα ἀπὸ λόγου διοικήσεως κατὰ τὸ ἔθος. ἐσμὲν δέ· Πασίων Σαμβᾶ ὡς ἐτῶν νγ, οὐλὴ ἀντικνημίῳ δεξιῷ, πυροῦ ἀρτάβας ζ 𐅷 η. Πάτρων Διδύμου ἀρτάβας ε γ ιβ. γίνονται αἱ προκείμεναι ἀκολούθως τῷ ἐπιστάλματι. ἐγράφη διὰ Ἑρμίου νομογράφου. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ ιγ. Πάτρων Διδύμου ἀπέχω τὰς δραχμὰς τὰς ἐπιβαλλούσας μοι, καθὼς πρόκειται. [10] Σαβείνῳ καὶ τοῖς μετόχοις δημοσίοις τραπεζίταις Σάτυρος Ἥρωνος δημόσιος κτηνοτρόφος κώμης Ναρμούθεως διὰ Πρείμου[…]αθ ἀπέχω παρʼ ὑμῶν τὰς 7.[…]ν ἐπισταλείσας […] … […] μερίδος σ…[…] ἀπεργασίας γενομένης ἐπὶ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ Θεμίστου καὶ Πολέμωνος μερίδων γενήματος ιζ ἔτους ἀρτάβας γ δ κδ, ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς εἴκοσι ἓξ διώβολον, γίνονται δραχμαὶ κϛ διώβολον, μηδενὸς ὑπολογηθέντος ὑπὲρ ἑκατοστῆς ἢ ἄλλου τινός. Σάτυρος Ἥρωνος διὰ Πρίμου Ἡρᾶτος ἀπέχω τὰς προκιμένας δραχμὰς εἴκοσι ἓξ διώβολον, καθὼς πρόκιται. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ ιγ. [11] Δείῳ καὶ Σαβείνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις οἱ ὑπογεγραμμένοι κτηνοτρόφοι κωμῶν τοῦ Ἡρακλεοπολίτου νομοῦ. ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος ὑπὲρ φορέτρων πυροῦ ἀπεργασίας, ἧς ἐποιησάμεθα ἀπὸ θησαυρῶν Πολέμωνος ἐπὶ Δημητρίῳ στρατηγῷ γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας ιη γ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα ἓξ τετρώβολον, γίνονται δραχμαὶ ρμϛ τετρώβολον. ἐσμὲν δέ· κώμης Φιλονίκου· Πε[…]φ[…]κου ὡς ἐτῶν λα, οὐλὴ παρα…[…]… πυροῦ ἀρτάβας γ … […]πατρος Π…ο…εως ὡς ἐτῶν ξα, οὐλὴ ὀφρύι ἀριστερᾷ πυροῦ ἀρτάβας …[…] […]ω…χ…· Ἡρακλῆς Ἀπύγχεως ὡς ἐτῶν οϛ, οὐλὴ μετώπῳ ἐξ ἀριστερᾶς, πυροῦ ἀρτάβας ζ ιβ. ἐγράφη διὰ Μαρίωνος, φαμένων μὴ εἰδέναι γράμματα. ἔτους αη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ιγ. [12] δραχμαὶ μ Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις οἱ ὑπογεγραμμένοι κτηνοτρόφοι κωμῶν τινων τοῦ Ἡρακλεοπολίτου νομοῦ. ἀπέχομεν παρʼ ὑμῶν ἐξ ἐπιστάλματος Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὴν στρατηγίαν τῆς Θεμίστου καὶ Πολέμωνος μερίδος καὶ Πτολεμαίου βασιλικοῦ γραμματέως Θεμίστου μερίδος ὑπὲρ φορέτρων πυροῦ, οὗκατήξαμεν ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς ὅρμους ἐπὶ τῷ στρατηγῷ Δημητρίῳ πυροῦ ἀρτάβας ε, ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, δραχμὰς μ πλήρης, ἀκολούθως τῷ ἐπιστάλματι, οὗ χρόνος Μεχεὶρ ιβ. ἐσμὲν δέ· Κερκεσήφεως· Σεναπύγχις Ἀπύγχεως ὡς ἐτῶν νβ, οὐλὴ …[…] ἀριστερ, πυροῦ ἀρτάβας δ, δραχμὰς λβ. Ταλάη· Ψεναμοῦνις Πανετβήουιος ὡς ἐτῶν λε, οὐλὴ πήχει δεξιῷ, πυροῦ ἀρτάβην α, δραχμὰς η. γίνονται αἱ προκείμεναι πυροῦ ἀρτάβαι ε, δραχμαὶ μ. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ιγ. εἰκονίσθησαν διὰ Ἥρωνος νομογράφου. [13] Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι κώμης Ἰβιῶνος Ἀργαίουδιὰ Φαβῶτοςἀποσυσταθέντος. ὁμολογοῦμεν ἀπέχειν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέωςΠολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν τῶν δύο μερίδων ὑπὲρ φορέτρων πυροῦ, οὗἐδηλώθημεν καταγειοχέναι ἀπὸ θησαυρῶν τῆς Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἀπεργασίας ἐπὶ τῷ στρατηγῷ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας ιβ 𐅷 η ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν ὀκτώ, τὰς συναγομένας δραχμὰς ἑκατὸν δύο ὀβολοὺς δύο, γίνονται δραχμαὶ ρβ διώβολον. ἐσμὲν δέ· Παποντὼς Πνεφερῶτος πυροῦ ἀρτάβας β γ […]. Φαρίων Πτολεμαίου πυροῦ ἀρτάβας β γ ιβ. Εὔπορος Π[…]…[…]ως καὶ Ἡρακλείδης Πτολεμαίου πυροῦ ἀρτάβας[…]. Ὀρσεὺς Κάστορος πυροῦ ἀρτάβας δ ϛ γίνονται αἱ προκείμεναι …[…]… Φαβὼς ἀποσυσταθεὶς ὑπὸ τῶν προγεγραμμένων ἀπέχω τὰς προκειμένας δραχμὰς ἑκατὸν δύο ὀβολοὺς δύο, γίνονται δραχμαὶ ρβ διώβολον, καθὼς πρόκειται. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ιδ. [14] ἀργυρίου δραχμαὶ ωκα Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις οἱ ὑπογεγραμμένοι κτηνοτρόφοι δημόσιοι κώμης Πτολεμαΐδος Νέας. ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένουκαὶ τὴν στρατηγίαν τῆς Θεμίστου καὶ Πολέμωνος μερίδος ὑπὲρ τιμῆς […]ς, ἧς ἐποιησάμεθα ἀπεργασίας δημοσίου πυροῦ γενήματος ι… ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τῷ Ἁθὺρ καὶ Ἁδριανῷ μηνὶ τοῦ ιη ἔτους ἐπὶ τὸ αὐτὸ φορέτρων πυροῦ ἀρτάβας ρβ 𐅷 ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ωκα διώβολον. ἐσμὲν δέ· Μύσθης Ἡρακλείδου ὡς ἐτῶν ξ, οὐλὴ … δεξιῷ, πυροῦ ἀρτάβας […], δραχμὰς[…] . Λούκιος Ἀνθέστιος Ἀπολιναρίου ὡς ἐτῶν[…], οὐλὴ[…], πυροῦ ἀρτάβας[…], δραχμὰς[…] . Χαιρήμων Μύσθου εἰδὼς γράμματα πυροῦ ἀρτάβας[…], δραχμὰς[…]. Ἀμμώνιος Ἡρακλείδου ὡς ἐτῶν μ, οὐλὴ μετώπῳ, πυροῦ ἀρτάβας […], δραχμὰς[…] . Βοκκᾶς Δαμᾶ εἰδὼς γράμματα, πυροῦ ἀρτάβας ι, δραχμὰς[…]. Κάστωρ Ἀπολλωνίου ὡς ἐτῶν μ, οὐλὴ καρπῷ […]πυροῦ ἀρτάβας[…], δραχμὰς[…]. Ἰσχυρίων Ἀφροδισίου ὡς ἐτῶν …[…], οὐλὴ π […], πυροῦ ἀρτάβας[…], δραχμὰς[…]. Διόσκορος Ἡρᾶ ὡς ἐτῶν […], οὐλὴ[…], πυροῦ ἀρτάβας[…], δραχμὰς[…]. Δημήτριος Θέωνος ὡς ἐτῶν μ, οὐλὴ δακτύλῳ …[…] χειρὸς ἀριστερᾶς, πυροῦ ἀρτάβας …, δραχμὰς[…]. Πετεσοῦχος Θέωνος ὡς ἐτῶν ξ, οὐλὴ χειρὶ δεξιᾷ, πυροῦ ἀρτάβας ι 𐅵 […], δραχμὰς η[…]. Πάτρων Διδᾶ ὡς ἐτῶν[…] , οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς, πυροῦ ἀρτάβας ζ ιβ, δραχμὰς νϛ τετρώβολον. Πασίων Ἰσχυρίωνος εἰδὼς γράμματα, πυροῦ ἀρτάβας ι 𐅵 κδ, δραχμὰς πδ διώβολον. γίνονται αἱ προκείμεναι ἀκολούθως τῷ ἐπιστάλματι, οὗ χρόνος Μεχεὶρ ιγ. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ιδ. Βοκκᾶς Δαμᾶ ἀπέχω τὰ φόρετρα, καθὼς πρόκειται. Χαιρήμων Μύσθου συναπέχω, καθὼς πρόκειται. Πασίων Ἰσχυρίωνος συναπέχω, καθὼς πρόκιται. Βοκκᾶς Δαμᾶ ἀπέχω τὰς τοῦ ἀργυρίου δραχμὰς ὀκτακοσίας εἴκοσι μίαν ὀβολοὺς δύο. ἐγράφη διὰ Ὡρείωνος νομογράφου. [15] Σαβείνῳ καὶ τοῖς μετόχοις δημοσίοις τραπεζίταις ὁ ὑπογεγραμμένος δημόσιος κτηνοτρόφος κώμης Ἰβιῶνος Ἀργαίου διὰ Φαβῶτος ἀποσυσταθέντος. ὁμολογῶ ἀπέχειν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν τῶν δύο μερίδων ὑπὲρ φορέτρων πυροῦ, οὗ ἐδηλώθημεν καταγειοχέναι ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἀπεργασίας ἐπὶ τῷ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι γενήματος ιε ἔτους πυροῦ ἀρτάβας γ 𐅷, ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας δραχμὰς εἴκοσι ἐννέα δύο ὀβολούς, γίνονται δραχμαὶ κθ διώβολον. ἔστι δέ· Κάστωρ Ὀρσέως. γίνονται αἱ προκείμεναι πυροῦ ἀρτάβαι γ 𐅷. Φαβὼς ἀποσυσταθεὶς ὑπὸ τοῦ προγεγραμμένου ἀπέχω τὰς προκειμένας δραχμὰς εἴκοσι ἐννέα ὀβολοὺς δύο. γίνονται δραχμαὶ κθ διώβολον, καθὼς πρόκειται. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ιδ. [16] ἀργυρίου δραχμαὶ μδ Δείῳ καὶ Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι κώμης […]…υ διὰ Θεογίτονος ἀποσυσταθέντος. ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου τὰ κατὰ τὴν στρατηγίαν τῶν β μερίδων, ἃς ᾐτήσαμεν ἐπισταλῆναι ὑπὲρ φορέτρων δημοσίου πυροῦ, οὗ κατήξαμεν ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἀπεργασίας ἐπʼ αὐτῷ γενομένης γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας ε 𐅵, ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς μδ. εἰσὶ δέ· Ζωίλος Ἀπολλ[…], Δίδυμος Ἁρποκρατίωνος. Θεογίτων ἀποσυσταθεὶς ὑπὸ τῶν προγεγραμμένων κτηνοτρόφων ἀπέχω τὰς τοῦ ἀργυρίου δραχμὰς μδ, καθὼς πρόκειται. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ιδ. [17] Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι κώμης Κερκεοσίρεως διὰ Διοσκόρου ἀποσυσταθέντος. ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Ἀρσινοείτου Πολέμωνος μερίδος διδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν τῶν δυοῖν μερίδων, ἃς ᾐτησάμεθα ἐπισταλῆναι ἡμῖν ὑπὲρ φορέτρων πυροῦ, οὗ κατήξαμεν ἀπὸ θησαυρῶν τῆς Πολέμωνος εἰς τοὺς ὅρμους ἐπὶ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ ἀπὸ γενήματος τοῦ διεληλυθότος ιζ ἔτους πυροῦ ἀρτάβας μβ 𐅷, ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας δραχμὰς τριακοσίας τεσσεράκοντα μίαν δύο ὀβολούς. εἰσὶ δέ· […]πυροῦ ἀρτάβας β 𐅵 δ. Ἀρτεμᾶς Διοσκόρου πυροῦ ἀρτάβας[…]. Κάστωρ Κάστορος πυροῦ ἀρτάβας […] 𐅸. Ἡρων Πεθέως πυροῦ ἀρτάβας Ζωίλος Ζωίλου πυροῦ ἀρτάβας δ κδ. Ἥρων Ζωίλου πυροῦ ἀρτάβας […]. Ἀβάσκαντος ἀπελεύθερος Ἑρμᾶ πυροῦ ἀρτάβας β 𐅸. Πτολλᾶς Ἑρμᾶ πυροῦ ἀρτάβας β 𐅸. Μύσθης Ζωίλου πυροῦ ἀρτάβας β 𐅸. Ἑρμᾶς Ἀφροδισίου πυροῦ ἀρτάβας β 𐅸. Ἔρως Ζηνᾶ πυροῦ ἀρτάβας β 𐅸. Ἑρμᾶς Σαρ πυροῦ ἀρτάβας β 𐅸. Πετερμοῦθις Τρύφωνος πυροῦ ἀρτάβας β 𐅸. Ἡρακλῆς Ζωίλου πυροῦ ἀρτάβας β 𐅸. γίνονται αἱ προκείμεναι. οἱ προγεγραμμένοι διὰ Διοσκόρου ἀποσυσταθέντος διά τε Δείου ἀπέχομεν τὰς τοῦ ἀργυρίου δραχμὰς τριακοσίας τεσσεράκοντα μίαν διώβολον, ὡς πρόκειται. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ ιδ. [18] Δείῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις οἱ ὑπογεγραμμένοι ἄνδρες ζ μαγδωλοφύλακες ὄρους Πτολεμαΐδος Ὅρμου. ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὲρ ὀψωνίου τοῦ Τῦβι μηνὸς τοῦ ἐνεστῶτος ιη ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνδράσι πέντε, ἐκ δραχμῶν μ δραχμὰς σ ἀνδράσι δὲ δυσὶ ἐκ δραχμῶν κδ τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς διακοσίας τεσσεράκοντα ὀκτώ, γίνεται δραχμαὶ σμη, ἑκάστῳ, ὡς ὑπόκειται. εἰσίν δέ· Ἄρειος Δείου α μαγδώλου, ἐτῶν μγ, οὐλὴ γόνατι ἀριστερῷ, δραχμὰς μ. Ὀρσεὺς ἐπικαλούμενος Ὠσεὺς ἐπικαλουμένου Ἥρωνος τοῦ Παντύνεως α μαγδώλου, ἐτῶν λϛ, οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς, δραχμὰς κδ. Ἥρων Ζωίλου τοῦ Κόρακος γ μαγδώλου, ἐτῶν λϛ, οὐλὴ γόνατι ἀριστερῷ, δραχμὰς μ. Ἥρων Ἑρμᾶ δ μαγδώλου, ἐτῶν λγ, οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς δραχμὰς μ. Ἥρων Πρωτᾶ δ μαγδώλου, ἐτῶν λβ, οὐλὴ πήχει χειρὸς ἀριστερᾶς, δραχμὰς μ. Τρύφων Σατύρου ε μαγδώλου ἐτῶν μ οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς, δραχμὰς μ. Ὀννῶφρις Ὀννώφρεως ε μαγδώλου, ἐτῶν μα, οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς, δραχμὰς κδ. γίνονται αἱ προκείμεναι. εἰκονίσθησαν φάμενοι μὴ εἰδέναι γράμματα διὰ … νομογράφου. ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Μεχὶρ ιδ. [19] Σαβείνῳγεγυμνασιαρχηκότι καὶ μετόχοις δημοσίοις τραπεζίταις Ἡρωνίων Ἡρωνίωνος δημόσιος κτηνοτρόφος κώμης Κερκεσούχων. ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδοςδιαδεχομένου καὶ τὴν στρατηγίαν τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων πυροῦ, οὗ κατῆξα ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἐπὶ τῷ Πτολεμαίῳ γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας β 𐅵 γ κδ, ὡς τῆς ἀρτάβης δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς κγ, ἀκολούθως τῷ ἐπιστάλματι, οὗ χρόνος Μεχεὶρ ιδ. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ι[…]. Ἡρωνίων Ἡρωνίωνος ἔχω, καθὼς πρόκειται. [20] Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις Πνεφερὼς Πτόλλιδος δημόσιος κτηνοτρόφος κώμης Κερκεσούχων Ἡρακλείδου μερίδος. ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος διαδεχομένου τὴν στρατηγίαν τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων, ἧς ἐποιησάμην ἀπεργασίας ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος ἐπὶ σοί, ἀπὸ γενήματος ιζ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου πυροῦ ἀρτάβας γ γ ιβ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας δραχμὰς κζ διώβολον πλήρης, ἀκολούθως τῷ ἐπιστάλματι, οὗ χρόνος Μεχεὶρ ιδ. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ιε. Πενφερὼς Πτόλειδος ἀπέχω, καθὼς πρόκειται. [21] Δείῳ καὶ Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις Σωκράτης Νείλου δημόσιος κτηνοτρόφος κώμης Κερκεσούχων. ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὲρ τῶν ὀφειλομένων μοι φορέτρων, οὗ κατῆξα δημοσίου πυροῦ γενήματος ι[…] ἔτους καὶ ι[…] ἔτους ἐπὶ τὸ αὐτὸ ἀκολούθως τῷ ἐπιστάλματι ἀρτάβας δ δραχμὰς τριάκοντα δύο, γίνονται δραχμαὶ λβ πλήρης. Σωκράτης Νείλου ἀπέχω τὰς δραχμὰς τριάκοντα δύο , καθὼς πρόκιται. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ιε. [22] Δείωι καὶ Σαβείνωι γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις Εὐάνγγελος Εὐαγγέλου καὶ Ἰσχυρίων Ἰσχυρίωνος καὶ Πῶλις Ἰσχυρίωνος καὶ Ἰσχυρίων Ἰσχυρίωνος οἱ δ σιτομετροσακκοφόροι Ὅρμου Πτολεμαΐδος ἀποσυσταθέντες ὑπὸ τῶν λοιπῶν τῶν ἀπὸ τῆς ἐργασίας. ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων … χειριστικοῦ πυροῦ, ὧν ἐδηλώθημεν πεποιῆσθαι ἀναβολῶν ἀπὸ διεραμάτων εἰς τοὺς ἐν Πτολεμαΐδι θησαυροὺς καὶ ἐμβολῶν ἀπὸ θησαυρῶν εἰς πλοῖα μεγάλα πεύκινα ἀπεργασίας γενομένης ἐπὶ τῆς Θεμίστου μερίδος γενήματος ιϛ ἔτους πυροῦ ἀρτάβας λε 𐅷 η, ιζ ἔτους πυροῦ ἀρτάβας ριγ 𐅷 κδ, γίνονται πυροῦ ἀρτάβαι ρμθ 𐅵, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς χιλίας ἑκατὸν ἐνενήκοντα ἕξ, γίνονται δραχμαὶ Αρϙϛ. ἐγράφη διὰ Μαρίωνος νομογράφου φαμένων τῶν εἰκονισθέντων μὴ εἰδέναι γράμματα. καὶ ἔστιν· Ἰσχυρίων ὡς ἐτῶν νδ, οὐλὴ γόνατι ἀριστερῷ. Πιῶλις ὡς ἐτῶν ξβ, οὐλὴ γόνατι δεξιῷ. Ἰσχυρίων ἄλλος ὡς ἐτῶν με, λεύκωμα ὀφθαλμῷ δεξιῷ. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ ιε. [23] Δείῳ καὶ Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις. οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι κώμης Σεβεννύτου Ἡρακλείδου μερίδος ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίανΘεμίστου καὶ Πολέμωνος μερίδων ἃς ᾐτησάμεθα ἐπισταλῆναι ὑπὲρ φορέτρων πυροῦ οὗ κατήξαμεν ἀπὸθησαυρῶν Πολέμωνος μερίδος ἀπεργασίας ἐπὶ σοὶ γενομένης γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας κβ ιβ, τιμῆς ὡς τῆς ἀρτάβης κατὰ […]ατὰ κελευσθέντα ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ἑκατὸν ἑβδομήκοντα ἓξ τετρώβολον, γίνονται δραχμαὶ ροϛ τετρώβολον, ἀκολούθως τῶι ἐπιστάλματι. ἐσμὲν δέ· Δίδυμος Δίου ἀνθ’ οὗ Δίδυμος Ἀρίου ὡς ἐτῶν με, οὐλὴ μετώπῳ ἀριστερῷ, ἀρτάβας ϛ. Ἀμμω Ὡρίωνος ἐτῶν μ, οὐλὴ μετώπῳ μέσῳ, ἀρτάβας δ η. Σαραπίων Ἥρωνος ἐτῶν λ, οὐλὴ δει… χειρὸς ἀριστερᾶς ἀρτάβας γ 𐅵 𐅷 ? Εὐδαίμων Πλ[…]…ος ἐτῶν κε οὐλὴ κεφαλῇ ? ἀριστερᾷ ἀρτάβας γ 𐅵 ιβ ? Ἡρακλᾶς Νεμεσᾶ εἰδὼς γράμματα, ἀρτάβας δ ϛ κδ. γίνονται αἱ προκείμεναι. ἐγράφη καὶ εἰκονίσθησαν διὰ Ἑρμίου νομογράφου φάμενοι μὴ εἰδέναι γράμματα. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιε. Ἡρακλᾶς Νεμεσᾶ ἀπέχω τὰς τοῦ ἀργυρίου δραχμὰς ροϛ. [24] Σαβείνῳ καὶμετόχοις δημοσίοις τραπεζίταις παρὰ τῶν ὑπογεγραμμένων δημοσίων κτηνοτρόφων κώμης […]ων διὰ Θέωνος ἀποσυσταθέντος. ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως φόρετρα ὑπὲρ ἀπεργασίας ον[…]… ἐποιησάμεθα ἀπὸ θησαυρῶν Πολέμωνος εἰς τοὺς ὅρμους ἀπεργασίας γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας ιβ δ, ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ϙη, κριθῆς ὁμοίως γενήματος ιζ ἔτους ἀρτάβας κε 𐅷 κδ, ὡς τῶν ρ ἀρταβῶν δραχμῶν υπ, τὰς συναγομένας ἀργυρίου δραχμὰς ρκγ διώβολον χαλκοῦς 2, τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς σκα διώβολον χαλκοῦς 2, μηδενὸς ὑπολογηθέντος ὀνόματι ἑκατοστῶν ἢ ἄλλου τινός. Θέων ἀποσυσταθεὶς ἀπέχω τὰς τοῦ ἀργυρίου δραχμὰς σκα διώβολον χαλκοῦς 2, ὡς πρόκειται. εἰσὶ δέ· Ἁροννῶφρις Πετ[…]ρφ πυροῦ ἀρτάβην α 𐅵 γ η, κριθῆς ϛ γ κδ. Πανεσνεὺς Πάτρωνος πυροῦ ἀρτάβην α ϛ κδ, κριθῆς β ϛ. Ἁρφαῆσις ἀδελφὸς πυροῦ ἀρτάβην α ϛ κδ, κριθῆς β ϛ. Ἀμμώνιος ἄλλος πυροῦ ἀρτάβην α κδ, κριθῆς β ϛ κδ. Θέων Ἀπολλωνίου πυροῦ ἀρτάβης γ η, κριθῆς α 𐅷 η. Ἁτρῆς Πιβούειτος πυροῦ ἀρτάβην α γ κδ, κριθῆς ἀρτάβης 𐅸. Ὀρσενοῦφις Πετσίριος πυροῦ ἀρτάβην α ϛ κδ, κριθῆς β ϛ κδ Χαιρήμων Σαραπίωνος πυροῦ ἀρτάβην α 𐅵 γ κδ, κριθῆς α 𐅵 κδ. Ἁρποκρᾶς Πρωτίωνος πυροῦ ἀρτάβην α η κριθῆς ἀρτάβας δ 𐅷 κδ. Σ…εὺς Ὀννώφρεως πυροῦ ἀρτάβης 𐅷 η, κριθῆς β ϛ. …[…]…ας Ἡρακλήου κριθῆς 𐅵. …[…]…ς Πρωτᾶ κριθῆς 𐅷 η. γίνονται αἱ προκείμεναι ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ιε. [25] Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις. Ἰσχυρίων Μύσθου δημόσιος κτηνοτρόφος κώμης Κερκεσούχων Ἡρακλείδου μερίδος ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὴν στρατηγίανΘεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων πυροῦ οὗ κατῆξα ἀπὸ θησαυρῶντῆς Πολέμωνος ἀπεργασίας γενομένης ἐπʼ αὐτῷ ἀπὸ γενήματος ιζ ἔτους ἀρτάβας δ 𐅵, ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, δραχμὰς λϛ, ἀκολούθως τῷ ἐπιστάλματι, οὗ χρόνος Μεχεὶρ ιε. Ἰσχυρίων ὡς ἐτῶν με, οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς ἀριστερᾶς. ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιε. εἰκονίσθη διὰ Ἥρωνος νομογράφου. [26] Δείωι καὶ Σαβείνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις. οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι κωμῶν Ἀπόλλωνος πόλεως καὶ Βερνικίδος διὰ Πρωτᾶ ἀποσυσταθέντος ἀπέχομεν παρʼ ὑμῶν ἀργυρίου δραχμὰς ἑκατὸν τριάκοντα ἓξ δίχαλκον, ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένουκαὶ τὰ κατὰ τὴν στρατηγίαν τῶν δύο μερίδων ὑπὲρ ἀπεργασιῶν ὧν ἐποιησάμεθα πυροῦ καὶ κριθῆς ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἀπὸ γενήματος ιζ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. εἰσὶ δέ· Ἀπόλλωνος πόλεως· Ἡρώδης καὶ Κολλοῦθος πυροῦ ἀρτάβας ϛ η, κριθῆς ἀρτάβης 𐅸. Πρωτᾶς Κεφαλᾶ πυροῦ ἀρτάβην α γ η. Ὀννω καὶ Παποντὼς πυροῦ ἀρτάβην α 𐅵 ιβ. Βερνικίδος· Πεκύσις καὶ Πειεὺς πυροῦ ἀρτάβας β η, κριθῆς ἀρτάβης 𐅸. Πεεῦς καὶ Πετερμούθιος πυροῦ ἀρτάβας β γ η, κριθῆς ἀρτάβης 𐅸. …θ[…] Διδᾶ πυροῦ ἀρτάβην α 𐅵, κριθῆς ἀρτάβης 𐅸. γίνονται πυροῦ ἀρτάβαι ιε δ, ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ρκβ, κριθῆς ἀρτάβας γ, ὡς τῶν ρ ἀρταβῶν δραχμῶν ρπ, τὰς συναγομένας ἀργυρίου δραχμὰς ιδ χαλκοῦς 2, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ρλϛ ὀβολοὶ 2 χαλκοῖ 2. Πρωτᾶς ἀποσυσταθεὶς ἀπέχω τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν τριάκοντα ἓξ δίχαλκον, καθὼς πρόκειται. ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιε. [27] Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις. οἱ ὑπογεγραμμένοι δημόσιοικτηνοτρόφοι κώμης ΚερκεσούχωνἩρακλείδου μερίδος ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὴν στρατηγίαν τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ τιμῆς πυροῦ φορέτρων ἧς ἐποιησάμεθα ἀπεργασίας δημοσίου πυροῦ ἐπὶ τῆς Πολέμωνος μερίδος ἀπὸ γενήματος ιζ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβας θ, ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, δραχμὰς οβ, ἀκολούθως τῷ ἐπιστάλματι, οὗ χρόνος ὁ ἐνεστὼς μὴν Μεχεὶρ ιδ. ἐσμὲν δέ· Φαυστίων Ἀφροδισίου ὡς ἐτῶν νε, οὐλὴ ἀγκῶνι δεξιῷ πυροῦ ἀρτάβας δ 𐅵. Ἀσκλᾶς Ζωίλου ὡς ἐτῶν ν, οὐλὴ γαστροκνημίᾳ δεξιᾷ, πυροῦ ἀρτάβας δ 𐅵. γίνονται αἱ προκείμεναι. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιε. εἰκονίσθησαν διὰ Ἥρωνος νομογράφου. [28] Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις. οἱ ὑπογεγραμμένοι δημόσιοι κτηνοτρόφοι τῶν ὑπογεγραμμένων κωμῶν διὰ Ἡρακλήου ἀποσυσταθέντος ὁμολογοῦμεν ἀπεσχηκέναι παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν τῶν δύο μερίδων ὑπὲρ φορέτρων πυροῦ καὶ κριθῆς ὧν ἐδηλώθημεν καταγειοχέναι ἐκ τῆς Πολέμωνος ἀπὸ γενήματος ιζ ἔτους ἀπεργασίας γενομένης ἐπὶ σοῦ πυροῦ ἀρτάβας υοε δ κδ, κριθῆς ἀρτάβας ριθ 𐅸, τιμῆς τοῦ μὲν πυροῦ ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, δραχμὰς Γωβ διώβολον, τῆς δὲ κριθῆς ὡς τῶν ἀρταβῶν ρ, δραχμῶν δπ, ἀργυρίου δραχμὰς φοδ ὀβολοὺς δ 𐅵, τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς Δτοζ ἡμιωβέλιον . εἰσὶ δέ· Τεπτύνεως· Θέων Εὐτύχου πυροῦ ἀρτάβας κζ 𐅵 κδ, κριθῆς ε 𐅷. Παντώνυμος Ζωίλου πυροῦ ἀρτάβας δ η, κριθῆς α δ. Ἥρων ἀδελφὸς πυροῦ ἀρτάβας ιδ κδ, κριθῆς β. Πρωτᾶς Πρωτᾶ πυροῦ ἀρτάβ … 𐅵 η, κριθῆς […]. Καπεῦς καὶ Κάστωρ πυροῦ ἀρτάβας γ 𐅷, κριθῆς ε 𐅸. Ὀρσεὺς καὶ Τούρβων πυροῦ ἀρτάβας ϛ γ ιβ, κριθῆς α 1/2 1/3 ιβ. Μεσοῆρις Ἥρωνος πυροῦ ἀρτάβας λ 1/2 1/3 η, κριθῆς δ 𐅷 […]…ς Ὀρσενούφεως πυροῦ ἀρτάβ […] γ η, κριθῆς γ 1/2 1/3 η. Ἥρων Ἁτρείους πυροῦ ἀρτάβας ϛ η, κριθῆς γ γ ιβ. Κρονίων Ἁρεώτου πυροῦ ἀρτάβας β[…] […], κριθῆς 𐅸. […] Ὀρσενούφεως πυροῦ ἀρτάβας ε ιβ κδ, κριθῆς γ κδ. Πααῖπις Κρονίωνος πυροῦ ἀρτάβας η γ η, κριθῆς α γ ιβ. Ἁρπαη…ς Α…[…] πυροῦ ἀρτάβας β 1/2 1/3 κδ, κριθῆς α 𐅷. Σύρος Ὀρσενούφεως πυροῦ ἀρτάβας γ δ κδ, κριθῆς α 𐅷. Ὀννῶφρις Ἥρωνος πυροῦ ἀρτάβας κα γ η, κριθῆς γ ϛ κδ. Ἡρώδης Ἀχιλλέως πυροῦ ἀρτάβας δ 𐅷 η, κριθῆς κ 1/2 1/3 κδ. Πακῆβκις καὶ Κρονίων πυροῦ ἀρτάβας ε η, κριθῆς α 𐅷 η. Κρονίων Ὀρσενούφεως καὶ Ὀρσενοῦφις Ἀπολ πυροῦ ἀρτάβας ε, κριθῆς β δ …. Θε…… Νεφερῶτος πυροῦ ἀρτάβας ϛ 𐅵 ιβ, κριθῆς α δ. Ἁρεώτης Κρονίωνος πυροῦ ἀρτάβας κβ γ, κριθῆς γ 𐅵 ιβ. Εὐδαίμων Σαραπίωνος πυροῦ ἀρτάβας ε ιβ, κριθῆς β 𐅵. Κρονίων Ἡρακλᾶ πυροῦ ἀρτάβας λα γ η, κριθῆς δ 𐅵. Εὐδαίμων ἀδελφὸς πυροῦ ἀρτάβ […], κριθῆς β 𐅸. Ἀφροδᾶς Ἀφροδισίου πυροῦ ἀρτάβας δ 𐅵 κδ, κριθῆς 𐅸. Ἄρειος Κρονίωνος πυροῦ ἀρτάβας ε 𐅷, κριθῆς 𐅸. Ἥρων Κρονίωνος πυροῦ ἀρτάβας ιη δ, κριθῆς 𐅷. Ὀρσενοῦφις Ἡρακλήου καὶ Νεῖλος Μεσοήρεως πυροῦ ἀρτάβας θ 1/2 1/3 η, κριθῆς δ 𐅵 κδ. Σαραπᾶς Χαιρᾶ καὶ Μεσοῆρις Πετ… πυροῦ ἀρτάβας ιβ 𐅵, κριθῆς β γ. Πρωτᾶς Σαραπᾶ πυροῦ ἀρτάβας ια δ κδ, κριθῆς 𐅵 ιβ. Ἁτρῆς ἀδελφὸς πυροῦ ἀρτάβας γ 𐅷 η, κριθῆς γ γ. …ων Εὐτύχου πυροῦ ἀρτάβας γ 1/2 1/3 η, κριθῆς 𐅵. Πρωτᾶς Ὀρσενούφεως πυροῦ ἀρτάβας β ιβ κδ. Ἡρακλῆς Ἥρωνος καὶ Πρωτᾶς Αὐνείους πυροῦ ἀρτάβας κα ιβ κδ, κριθῆς δ ϛ. Ἡρακλῆς Σαρᾶ καὶ Καμῆς Διάκονος πυροῦ ἀρτάβας γ 1/2 1/3 κδ, κριθῆς β γ ιβ. Ἥρων Πασίωνος πυροῦ ἀρτάβας ιϛ 𐅷 η, κριθῆς γ ϛ. Ὀρσενοῦφις Ὀρσενούφεως πυροῦ ἀρτάβας δ 𐅵 η, κριθῆς α 𐅷 η. Πρωτᾶς Ἀρητίωνος πυροῦ ἀρτάβας κδ γ κδ, κριθῆς γ 𐅷 η. Πρωτᾶς Κούιτος πυροῦ ἀρτάβας 𐅵 ιβ, κριθῆς 𐅸. Σατορνεῖλος Τυράννου καὶ Πακῆβκις πυροῦ ἀρτάβας ζ γ κδ, κριθῆς α δ. Σογῆρις καὶ Φασῶς πυροῦ ἀρτάβας ε κδ, κριθῆς β 𐅵 κδ. Ἡρώδης Πτολεμαίου πυροῦ ἀρτάβας ζ 𐅷, κριθῆς δ. Ὀρσενοῦφις Φαήσεως καὶ Ὀρσεῦς πυροῦ ἀρτάβας ε κδ, κριθῆς β κδ.Ἡρακλῆς Εὐτύχου πυροῦ ἀρτάβας ιβ γ, κριθῆς β γ. ΠοτῆριςΠωλίωνος πυροῦ ἀρτάβας ϛ η, κριθῆς δ 1/2 1/3. Σαραπίων Πωλίωνος πυροῦ ἀρτάβας ζ η, κριθῆς β κδ. Ἁρφαῆσις Ἡρακ καὶ Ἡρακλῆς Ἡρακλᾶ πυροῦ ἀρτάβης 1/2 1/3. Λεωνίδης Χράτου καὶ Τεσενοῦφις Πετεσω πυροῦ ἀρτάβας η ϛ κδ, κριθῆς δ 𐅵 η. Θ…σαραπᾶς Σαραπᾶ καὶ Ἀχιλλᾶς πυροῦ ἀρτάβην α 1/2 1/3 η, κριθῆς 𐅸. Κρονίων Κυδέως πυροῦ ἀρτάβας γ δ κδ, κριθῆς α 𐅷 η. Ἐπ…η…ος Σώτου πυροῦ ἀρτάβας γ 𐅵 κδ, κριθῆς α 𐅷 η. Διογένης Ἥρωνος καὶ Ἁρποκρα πυροῦ ἀρτάβας γ 𐅷 κδ, κριθῆς α 𐅷 η. Ἡρακλῆς Ἥρωνος καὶ Ἁρεώτης Ἡρακλήου πυροῦ ἀρτάβης 1/2 1/3 κδ, κριθῆς 𐅸. Πακῆβκις Ποτήρεως καὶ Ὀρσεῦς ἀπάτωρ πυροῦ ἀρτάβας γ ιβ, κριθῆς 𐅸. Κρονίων Μεσοήρεως καὶ Κρονίων Ἥρωνος πυροῦ ἀρτάβης 𐅸 ιβ, κριθῆς 𐅸. Ἡρακ Κρονίωνος πυροῦ ἀρτάβας γ ϛ, κριθῆς γ 𐅵. Κέρκη· Ὀρσεῦς καὶ Τασύπις πυροῦ ἀρτάβας ιγ δ κδ, κριθῆς 𐅸. γίνονται αἱ προκείμεναι ἀκολούθως τῷ ἐπιστάλματι. οἱ προγεγραμμένοι δημόσιοι κτηνοτρόφοι διὰ Ἡρακλήου ἀποσυσταθέντος ἀπέχομεν τὰς προκειμέναςδραχμὰς καθὼς πρόκειται, αἵ εἰσι δραχμαὶ τετρακισχίλιαι τριακόσιαι ἑβδομήκοντα ἑπτὰ ἡμιωβέλιον . ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιε. [29,ctr] Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις. οἱ ὑπογεγραμμένοι ἄνδρες ιγ ὑδροφύλακες Μοντίλα ποταμοῦ ὁμολογοῦμεν ἀπέχειν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ἀπὸ τῶν κατʼ ἔτος συνήθως ἐξοδιαζομένων, τὰς ἐπιβαλλούσας ἡμῖν ὑπὲρ τῆς τοῦ ιϛ ἔτους εἰς τὸ ιζ ἔτος καὶ τῆς τοῦ ιζ ἔτους εἰς τὸ ιη ἔτος Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἀναβάσεων, τὰς ἐπιβαλλούσας τῇ τοῦ ιϛ ἔτους εἰς τὸ ιζ ἔτος ἀναβάσει, διὰ τὸ δεδηλῶσθαι ἡμᾶς ὑπὸ Λουκίου αἰγιαλοφύλακος ὑπηρετηκέναι τῇ χρείᾳ τῆς τοῦ ιϛ ἔτους εἰς τὸ ιζ ἔτος ἀναβάσεως καὶ τὸν Λούκιον προστεθηκέναι περὶ τῆς τοῦ ιζ ἔτους εἰς τὸ ιη ἔτος ἀναβάσεως, ὅτι ὅταν ἐκτελέσωσι τὸν ἐνιαυτὸν τοῦτον[…] δηλώσειν, ἀπὸ τῶν αἱρουσῶν ὑπὲρ τῆς τοῦ ιϛ ἔτους εἰς τὸ ιζ ἔτος ἀναβάσεως πυροῦ ἀρταβῶν σκη, μετὰ τὰς ὑπολογουμένας ὑπὲρ ρ δραχμῶν η ἀρτάβας ιη δ, τῶν λοιπῶν, ἐν αἷς εἰσὶν αἱ ὑπὲρ τετάρτου μέρους πρότερον ἐπισταλ ἐξοδιασθεῖσαι, νυνὶ δὲ ὡς πρόκειται κελεύσαντος ἐκ τιμῆς ἀποδοθῆναι ἀρτάβαι νβ δ ιβ μη, ἀρταβῶν σθ 𐅸, ὡς τῆς ἀρτάβης δραχμῶν η, ἀπὸ τῶν συναγομένων δραχμῶν Αχοη, μετὰ τὰς αἱρούσας ἀνδράσι δυσί , ἑνὸς μὲν μὴ αἰτήσαντος μέν, ἑτέρου δὲ δηλωθέντος τετελευτηκέναι, δραχμὰς σκγ ὀβολοὺς ε 𐅵, τὰς λοιπὰς δραχμὰς Αυνδ ἡμιωβέλιον 𐅵, γίνονται δραχμαὶ χιλίαι τετρακοσίαι πεντήκοντα τέσσαρες ἡμιωβέλιον . εἰσὶν δέ· [29,1] Ἁρεώτης Τρύφωνος τοῦ Ἁρεώτου. Τρύφων Πετερέως τοῦ Πατύνιος. Νεῖλος Ἀκεῖος τοῦ Ἥρωνος. Ἥρων Ἥρωνος τοῦ Πατερμούθεως. Χαιρήμων Τεσενούφεως τοῦ Ὀννώφρεως. Ἀπίων Πετεσούχου τοῦ …ρου ἐτῶν μ οὐλὴ … ἀριστερ. Πασίων Τρύφωνος τοῦ Ἡρᾶ ἐτῶν μη, οὐλὴ γόνατι ἀριστερῷ. [29,2] Πετερμοῦθις Ἑκύσεως τοῦ Πετερμούθεως ἐτῶν […]. Ἥρων Ἑρμείου τοῦ Φαήσεως ἐτῶν μ, οὐλὴ καρπῷ δεξιῷ. Νεῖλος Νείλου τοῦ Ἀκήους ἐτῶν μ, οὐλὴ πήχει ἀριστερῷ. Πετερεὺς Νείλου τοῦ Παποντῶτος ἐτῶν κε, οὐλὴ ὑπὲρ ὀφρύι ἀριστερᾷ. Πάτρων Ἀλκάουιος τοῦ Πατύνεως. Μύσθης Ἥρωνος τοῦ Ἥρωνος. [29,ctr] εἰκονίσθησαν φαμένων μὴ εἰδέναι γράμματα διὰ Ἡρακλείδου νομογράφου. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ιε. Μύσθης Ἥρωνος ὑδροφύλαξ ἀπέχω τὰς προκιμένας δραχμάς, ὡς πρόκιται. Νῖλος Ἀκήους συναπέσχον, ὡς πρόκιται. Ἥρων Ἥρωνος συναπέχω τὰς δραχμὰς χιλίας τετρακοσίας πεντήκοντα τέσσαρας ἡμιωβέλιον , ὡς πρόκειται. Τρύφων Πετερέως συναπέσχον, ὡς πρόκιται. Πάτρων ὁ καὶ Πατῦνις Ἀλκάουιος συναπέσχον τὸ ὀψώνιον ἀργυρίου δραχμὰς χιλίας τετρακοσίας πεντήκοντα τέσσαρες ἡμιωβέλιον , ὡς πρόκιται. Χαιρήμων Τεσενούφεως συναπέσχον, ὡς πρόκιται. Ἁρεώτης Τρύφωνοςσυναπέσχον, καθὼς πρόκιται. [30] Δείῳ καὶ Σαβείνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις. οἱ ὑπογεγραμμένοι κτηνοτρόφοι κώμης Κερκεσούχων τῆς Ἡρακλείδου μερίδος ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμνος μερίδων ὑπὲρ φορέτρων πυροῦ ἀπεργασίας γενομένης ἐπὶ σοὶ ἀπὸ θησαυρῶν Πολέμωνος γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας ϛ 𐅵 γ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς πεντήκοντα τέσσαρες τετρώβολον, γίνονται δραχμαὶ νδ τετρώβολον. ἐσμὲν δέ· Ὀνήσιμος Ἀφροδισίου εἰδὼς γράμματα πυροῦ ἀρτάβας δ 𐅵. Ἀμμώνιος Σαραπίωνος εἰδὼς γράμματα πυροῦ ἀρτάβας β γ. ἐγράφη διὰ Μαρίωνος νομογράφου. ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιη. Ὀνήσιμος Ἀφροδισίου συναπέχω, καθὼς πρόκειται. Ἀμμώνιος Σαραπᾶς συναπέχω, καθὼς πρόκιται. [31] Σαβείνῳ καὶ μετόχοις δημοσίοις τραπεζίταις παρὰ τῶν ὑπογεγραμμένων δημοσίων κτηνοτρόφων κωμῶν Ἀφροδίτης πόλεως καὶ Ἐλευσῖνος διὰ Ἥρωνος ἀποσυσταθέντος. ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ἐξοδιασθῆναι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων πυροῦ οὗ κατήξαμεν ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἀπεργασίας γενομένης ἐπὶ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ γενήματος ιε ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου πυροῦ ἀρτάβας νγ γ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς τετρακοσίας εἴκοσι ἓξ τετρώβολον, γίνονται δραχμαὶ υκϛ τετρώβολον. εἰσὶ δέ· Ἀφροδίτης πόλεως δημόσιοι· Ἀμέσυσος Ἀμεσύσου πυροῦ ἀρτάβας ι ϛ. Μιεὺς Διονυσίου πυροῦ ἀρτάβας θ ϛ. Παῆσις καὶ Ἀμέσυσος πυροῦ ἀρτάβας ιη ϛ. Ἐλευσῖνος· Τιθοῆς Πτολλᾶ πυροῦ ἀρτάβας δ 𐅵 γ ιβ. Πάτρων ἀδελφὸς πυροῦ ἀρτάβας ϛ ιβ. […]… ἄλλος πυροῦ ἀρτάβας δ 𐅵 γ. γίνονται αἱ προκείμεναι. Ἥρων ἀποσυσταθεὶς ἀπέχω τὰς προκειμένας δραχμὰς τετρακοσίας εἴκοσι ἓξ τετρώβολον. ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιη. [32] Δείῳ καὶ Σαβείνωι καὶ μετόχοις δημοσίοις τραπεζίταις. οἱ ὑπογεγραμμένοι δημόσιοι καὶ ἰδιωτικοὶ κτηνοτρόφοι τῶν ἑξῆς κωμῶν ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὴν στρατηγίαν τῶν β μερίδων ἃς ᾐτησάμεθα ἐπισταλῆναι ἡμῖν ὑπὲρ φορέτρων πυροῦ οὗ κατήξαμεν ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἀπεργασίας γενομένης ἐπὶ τῷ στρατηγῷ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας μα 𐅵 η, ὡς τῆς ἀρτάβης κατὰ τὰ κελευσθέντα ἑκάστης η, τὰς συναγομένας ἀργυρίου δραχμὰς τριακοσίας τριάκοντα τρεῖς, γίνονται δραχμαὶ τλγ. εἰσὶ δέ· Δικαίου δημόσιοι· Ἥρων Ἑρμᾶ πυροῦ ἀρτάβας κ 𐅵. Πακῆμις Πακήμεως πυροῦ ἀρτάβας ιγ 𐅵 γ. ἰδιωτικοί· Ἰσχυρᾶς Ἁρπάλου πυροῦ ἀρτάβας γ 𐅵 γ κδ. φυλακιτικῆς· Ἀμμώνιος Ἡρᾶ ἀρτάβας γ γ ιβ. γίνονται αἱ προκείμεναι. Ἥρων Ἑρμᾶ ἀπέχω τὰς δραχμὰς ἑκατὸν ἑβδομήκοντα , ὡς πρόκειται. Πακῆμις ὡς ἐτῶν με, οὐλὴ μετώπῳ. Ἰσχυρᾶς ὡς ἐτῶν νε, οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς. Ἀμμώνιος ὡς ἐτῶν ν, οὐλὴ ὑπογόνιον ἀριστερόν. οἱ γ εἰκονίσθησαν διὰ Σερήνου νομογράφου φάμενοι μὴ εἰδέναι γράμματα. ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεχὶρ ιη. Δεῖος γνωρίζω τοὺς προγεγραμμένους ἀναιρουμένους τὰς δραχμὰς τλγ. [33] …… …… Δείωι καὶ Σαβείνωι γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις. οἱ ὑπογεγραμμένοι ἰδιωτικοὶ κτηνοτρόφοι κώμης Λυσιμαχίδος ἀπέχομεν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὴν στρατηγίαν τῶν β μερίδων ἃς ᾐτησάμεθα ἐπισταλῆναι ἡμῖν ὑπὲρ φορέτρων πυροῦ οὗ κατήξαμεν ἀπὸ θησαυρῶν τῆς Πολέμωνος μερίδος εἰς τοὺς ὅρμους ἀπεργασίας γενομένης ἐπὶ τῷ στρατηγῷ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας κβ δ κδ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς ροη διώβολον. εἰσὶ δέ· Σουχᾶς Πασίωνος πυροῦ ἀρτάβ … […] Ὡρίων Πατύνεως πυροῦ ἀρτάβας α[…] […] Ὡρίων Πατύνεως συναπέχω τὰς δραχμὰς ἑκατὸν ἑβδομήκοντα ὀκτὼ δύο ὀβολούς, ὡς πρόκειται. Σουχᾶς ὡς ἐτῶν νε, οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς εἰκονίσθη διὰ Σερήνου νομογράφου φάμενος μὴ εἰδέναι γράμματα. ἔτους ιη Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιη. Δεῖος γνωρίζω τοὺς προγεγραμμένους ἀναιρουμένους τὰς δραχμὰς ροη τετρώβολον. [34] Δείῳ καὶ Σαβείνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίος τραπεζίταις. Ἥρων Ἁρπάλου ἰδιωτικὸς κτηνοτρόφος κώμης Κερκεσούχων τῆς Ἡρακλείδου μερίδος ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος ὑπὲρ φορέτρων πυροῦ ἀπεργασίας γενομένης ἐπὶ σοὶ γενήματος αζ ἔτους πυροῦ ἀρτάβας δ δ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς τριάκοντα τέσσαρες, γίνονται δραχμαὶ λδ. ἐγράφη διὰ Μαρίωνος νομογράφου, φαμένου μὴ εἰδέναι γράμματα. καί ἐστι ὡς ἐτῶν λζ, οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς δεξιᾶς. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιη. [35] Δείῳ καὶ Σαβίνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις. Ἀκοῦς Ἀρείου ἰδιωτικὸς κτηνοτρόφος κώμης Καλλιφάνους ἐποικίου ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων πυροῦ ἀπεργασίας γενομένης ἀπὸ θησαυρῶν Πολέμωνος γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας ζ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς πεντήκοντα ἕξ, γίνονται δραχμαὶ νϛ. ἐγράφη διὰ Μαρίωνος νομογράφου, φαμένου μὴ εἰδέναι γράμματα. καί ἐστι ὡς ἐτῶν νϛ, οὐλὴ ὑπ ὀφθαλμὸν ἀριστερόν. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιη. [36] Δείῳ καὶ Σαβίνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις. Ἀκοῦς Ἀρείου ἰδιωτικὸς κτηνοτρόφος Καλλιφάνους ἐποικίου ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν τῶν β μερίδων ὑπὲρ φορέτρων πυροῦ ἀπεργασίας γενομένης ἀπὸ θησαυρῶν Πολέμωνος γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας δ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς τριάκοντα δύο, γίνονται δραχμαὶ λβ. ἐγράφη διὰ Μαρίωνος νομογράφου, φαμένου μὴ εἰδέναι γράμματα. καί ἐστι ὡς ἐτῶν νϛ, οὐλὴ ὑπ ὀφθαλμὸν ἀριστερὸν. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ι…. [37] Δείῳ καὶ Σαβείνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοιςδημοσίοις τραπεζίταις. Πα…ς Π[…]κτηνοτρόφος κώμης …[…]… τοῦ Ἡρακλεοπολίτου νομοῦ ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνοςμερίδων ὑπὲρ φορέτρων πυροῦ ἀπεργασίας γενομένης ἐπὶ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας β, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ. ἐγράφη διὰ Μαρίωνος νομογράφου, φαμένου μὴ εἰδέναι γράμματα. καί ἐστι ὡς ἐτῶν λ, οὐλὴ γόνατι δεξιῷ. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιη. [38] Δείῳ καὶ Σαβείνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις. οἱ ὑπογεγραμμένοι κτηνοτρόφοι κώμης Κερκεσούχων τῆς Ἡρακλείδου μερίδος ἀπέχομεν παρὰ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων πυροῦ ἀπεργασίας γενομένης ἐπὶ σοὶ ἀπὸ θησαυρῶν Πολέμωνος γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας ζ ϛ κδ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς πεντήκοντα ἑπτὰ τετρώβολον, γίνονται δραχμαὶ νζ τετρώβολον. ἐσμὲν δέ· Διωγένης Ἑρμᾶ διὰ Ἁρποκρατίωνος εἰδὼς γράμματα πυροῦ ἀρτάβας β 𐅵 γ. Πασίων Μύσθου διὰ τοῦ υἱοῦ Εὐδαίμονος εἰδὼς γράμματα πυροῦ ἀρτάβας δ γ κδ. ἐγράφη διὰ Μαρίωνος νομογράφου, φαμένων μὴ εἰδέναι γράμματα. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιη. Διογένης Ἑρμᾶ διὰ Ἁρποκρατίωνος ἀπέχω τὰς προκειμένας δραχμὰς ὡς πρόκειται. Πασίων Μύσθου διὰ τοῦ υἱοῦ Εὐδαίμωνος συναπέχω καθὼς πρόκειται. [39]
About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.