no image
DDbDP-text
Abschrift einer Steuersubjektsdeklaration aus Arsinoë vom 11. Mai 161 n. Chr. via HGV-meta
Linked by Trismegistos ID
TM 10201.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ἀπογραφῆς. Ἱέρακι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ Τιμαγένει βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Διδύμωι
τῷ καὶ Πατάλῳ καὶ Πτολεμαίωι γραμματεῦσι μητροπόλεως καὶ ἀμφοδάρχῃ καὶ λαογράφῳ ἀμφόδου Μοήρεως
παρὰ Ἡρώδου Φιλαδέλφου τοῦ Ἡρώδου μητρὸς Θερμουθαρίου ἀδελφὴ πατρὸς ἀπὸ τῆς μητροπόλεως
ἀναγραφομένου ἐπʼ ἀμφόδου Μοήρεως. ὑπάρχει τοῖς ἐπιτροπευομένοις ὑπʼ ἐμοῦ Σερήνωι τῷ καὶ Ἑρμείᾳ
καὶ Ἡρακλείδηι ἀμφοτέροις Δείου τοῦ Ἡρακλείδου ἐπʼ ἀμφόδου Θεσμοφορίου οἰκία, ἐν ᾗ προσαπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Ἀντωνείνου κατʼ οἰκίαν
ἀπογραφὴν ἐπʼ ἀμφόδου Μοήρεως, ἐφʼ οὗ καὶ τῇ τοῦ θ ἔτους θεοῦ Ἀντωνείνου κατʼ οἰκίαν ἀπογραφῇ
ἀπεγραψάμεθα ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Μοήρεως. καί ἐσμεν Ἡρώδης ὁ προγεγραμμένος ἐτῶν λα ἄσημος, καὶ τὸν
γενόμενόν μοι ἐκ τῆς γενομένης καὶ ἀποπεπλεγμένης γυναικός μου οὔσης ὁμοπατρίου καὶ
ὁμομητρίου ἀδελφῆς μου Ζωϊδοῦτος υἱὸν Σαραπίωνα τὸν καὶ Ἑρμίαν ἐτῶν η οὐλὴ ὀφρύει ἀριστερᾷ
μὴ ἀναγεγραμμένον ἐν ἐπιγεγεννημένοις, καὶ τούτου δουλικὰ σώματα ὠνητὰ τῷ κβ ἔτει θεοῦ Ἀντωνείνου
Ἀπολλωναρίου Χαιρήμονος τοῦ Ἥρωνος ἀπὸ ἀμφόδου Μοήρεως Παλαιστρικὴν ἐτῶν λγ
οὐλὴ γαστροκνημίωνι δεξιᾷ, καὶ ταύτης ἔγγονον Ἀμμώνιον ἐτῶν ε ἄσημον μὴ ἀναγεγραμμένον ἐν ἐπιγεγεννημένοις,
καὶ τοὺς ὁμοπατρίους καὶ ὁμομητρίους μου ἀδελφοὺς Ἰσχυρίωνα ἐτῶν με ἄσημον καὶ Ἀφροδίσιον ἐτῶν λγ ἄσημον,
καὶ θηλείας Θερμουθάριον ἐτῶν μζ ἄσημον καὶ Ζωϊδοῦν ἐτῶν κθ ἄσημον, καὶ τὴν τοῦ Ἰσχυρίωνος γυναῖκα
Δημάριον Διοδώρου τοῦ Πολυδεύκους μητρὸς Σαμβοῦτος ἐτῶν λε, καὶ ἐξ ἀμφοτέρων θυγατέρας Ἑλένην ἐτῶν ιζ καὶ
Διδύμην ἐτῶν ιε, καὶ τὴν τοῦ Ἀφροδεισίου γυναῖκα Δημάριον Διοδώρου τοῦ Πολυδεύκους μητρὸς Σαμβοῦτος
ἐτῶν κϛ, καὶ ἐξ ἀμφοτέρων θυγατέρα Ἑλένην ἐτῶν θ, καὶ Ἡρώδην Πετερμούθεως τοῦ Ἥρωνος μητρὸς Θερμουθαρίου
τῆς Φιλαδέλφου ἐτῶν ιθ ἀπογεγραμμένον τῇ τοῦ θ ἔτους θεοῦ Ἀντωνείνου κατʼ οἰκίαν ἀπογραφῇ ἐπʼ ἀμφόδου Μακεδώνων, νυνὶ δὲ
μετάβασιν ποιούμενον ἐπὶ Μοήρεως. διὸ ἐπιδίδωμι. ἔτους α …εω τῶν β Καισάρων Παχὼν ιϛ.
ἀντίγραφον ὑπογραφῶν. Ἱέραξ στρατηγὸς διὰ Ἁρποχ βοηθοῦ ἔσχον τούτου τὸ ἴσον. κατεχωρίσθη βασιλικῷ τῇ
αὐτῇ ἡμέρᾳ. κατεχωρίσθη γραμματεῦσι τῆς πόλεως τῇ αὐτῇ ἡμέρᾳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.