no image
DDbDP-text
[r,1]
μθ
Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος
παρὰ Ἡρώδου Ἥρωνος τοῦ Ἡρακλείδου μητρὸς Εἰρήνης ἀπὸ τῆς μητροπόλεως
ἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων δεκάτον
μέρος οἰκίας, ἐν ᾗ κατοικῶ καὶἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦδιεληλυθότος κη ἔτους Αὐρηλίου
Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν … ἀπεγραψάμην. καί εἰμι Ἡρώδης ὁ προγεγραμμένος λαογραφούμενος γέρδιος ἐτῶν ν καὶ τὴν γυναῖκά μου οὖσαν καὶ ἀδελφὴν Εἰρήνην ἐτῶν νδ καὶ ἐξ ἀμφοτέρων τέκνα Ἥρωνα[…]ον ἐτῶν κθ καὶ Νεῖλον ἄλλον χρυσοχοῦν ἐτῶν κε καὶ Σαραπίωνα ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοιςἐτῶν[…]καὶ Ἡρακλείδην ἐτῶν θ καὶ Εὐπορᾶν ἐτῶν ζ ἀμφοτέρους μὴ
ἀναγεγραμμένους ἐν ἐπιγεγενημένοις καὶ[…]ν ἐτῶν κγ καὶ Νειλλιαῖναν οὖσαν τοῦ Ἥρωνος γυναῖκα
ἐτῶν[…]καὶ Θαϊσάριον ἐτῶν ιζ καὶ τὰ τοῦ Ἥρωνος καὶ τῆς Νειλλιαίνης τέκνα Ἡρώδην καὶ Τρύφωνα
ἀμφοτέρους δίδυμαγενεῖς μὴἀναγεγραμμένους ἐν ἐπιγεγενημένοις ἔτους α καὶ τοῦ Νείλου γυναῖκα Θερμουθάριον Κάστορος τοῦ Ἥρωνος μητρὸς Ἰσιδώρας ἀπὸ τῆς μητροπόλεως ἐτῶν κθ καὶ ἐξ ἀμφοτέρων τέκνα
[…]να ἐτῶν ιγ καὶ Ἥρωνα ἐτῶν[…] ἀμφοτέρους μὴ ἀναγεγραμμένους ἐν ἐπιγεγενημένοις καὶ τὰ τοῦ τετελευτηκότος μου ἀδελφοῦ
Ἡρακλείδου τέκνα Ἥρωνα μητρὸς Εἰρήνης ῥαβδιστὴν ἐτῶν λδ καὶ Ἀπίωνα μητρὸς τῆς
αὐτῆς ἐργάτην ἐτῶν κδ καὶ Ἡρακλείδην χρυσοχοῦν ἐτῶν ιθ καὶ Θαϊσάριον οὖσαν τοῦ Ἥρωνος
γυναῖκα ἐτῶν ιζ καὶ ἐξ ἀμφοτέρων θυγατέρα Σύραν ἔτους α. καὶ ἐνοίκους· Νεῖλον Δημητρίου τοῦ
[…]υ μητρὸς Θαϊσαρίου λαογραφούμενον ὀνηλάτην ἐτῶν μδ καὶ τὴν τούτου γυναῖκα οὖσαν καὶ ἀδελφὴν Εἰρήνην ἐτῶν νβ καὶ ἐξ ἀμφοτέρων υἱὸν Κάστορα μὴ ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν η
καὶ τοὺς τῆς προγεγραμμένης Θερμουθαρίου ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοὺς Ἥρωνα ῥαβδιστὴνλαογραφούμενον ἐτῶν λδ καὶ Μέλαναν κηπουρὸν ἐτῶν λβ καὶ Ἥρωνα Ἡρακλείδου τοῦ Ἥρωνος
μητρὸς Διδύμης λαογραφούμενον ἐργάτην ἐτῶν κϛ καὶ τὴν τούτου ὁμοπάτριον καὶ ὁμομήτριον ἀδελφὴν
[…]ην ἐτῶν κγ, τοὺς πλείους συναπογραφέντας μοι τῇ τοῦ ιδ ἔτους Μάρκου
Αὐρηλίου Ἀντωνίνου ἀπογραφῇ ἐπὶ τοῦ προκειμένου ἀμφόδου Ταμείων. διὸ ἐπιδίδωμι.
Ἡρώδης ἐπιδέδωκα. Ἁρποκρατ…[…]…[…]
ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου[…].
[r,2]
ν
Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖἈρσινοΐτου Ἡρακλείδου μερίδος
παρὰ Σαραπάμμωνος Ἀπολλωνίου τοῦ[…]
μητρὸς Διδυμαρίου κατοίκου τῶν Ϛυοε
ἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Μοήρεως πλησίον τῆς πύλης …[…]οἰκία
καινὴ καὶ αἴθριον καὶ αὐλὴ, ἐν ᾗ κατοικῶ καὶ καὶ ἀπογράφομαι
ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμείων, ἐφʼ οὗ καὶ τῇ τοῦ ιδ ἔτους κατʼ οἰκίαν
ἀπογραφῇ ἀπεγραψάμην. καί εἰμι Σαραπάμμων ὁ προγεγραμμένος κάτοικος ἐπικεκριμένος ἐτῶν ο καὶ τὸν δοῦλόν μου
Αὐνῆν ὠνηθέντα ὑπʼ ἐμοῦ τῷ […]ἔτει[…]
ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμείων[…]
ἀπογεγραμμένον τῇ τοῦ ιδ ἔτους κατʼ οἰκίαν ἀπογραφῇὑπὸ τῶν δεσποτῶν ?,
ἀποδομένων μοι αὐτῶν κατὰ μὲν τὸ τρίτον μέρος
Κρονίωνος Κρονίωνος τοῦ Ἡρακλείδουμητρὸς[…]
καὶ τῶν τούτου ἀδελφῶν ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμείων, κατὰ δὲ τὸ λοιπὸν δίμοιρον μέρος Ἡρω[…]
τοῦ καὶ Τούρβωνος τοῦ Ἥρωνος μητρὸς […]
καὶ τῶν τούτου ἀδελφῶν ἐπʼ ἀμφόδου Γυμνασίου. καὶ ἡ
θυγάτηρ μου Διδυμάριον ἀπεγράφη ὑπὸ τοῦ[…]
Ἀχιλλέως Ἀπολλωνίου ἐπʼ ἀμφόδου Γυμνασίου σὺν τοῖς
γεναμένοις ἐξ ἀλλήλων υἱοῖς Οὐαλερίῳ καὶ […]
διὸ ἐπιδίδωμι. Σαραπάμμων Ἀπολλωνίου ἐπιδέδωκα. Τύραννος Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.
ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ
κυρίου Παῦνι.
[v]
Ταμείων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.