no image
DDbDP-text
Loan of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 15650.
Each record below describes this same artifact or text from a different angle.
[intdupl]
[ctr]
Σαραπίων ὁ καὶ Ἀλέξανδρος Διογένους τοῦ Ἑρμαΐσκου μητρὸς Δημητροῦτος ἀπʼ Ὀξυρύγχων πόλεως Διογένει τῷ καὶ Διονυσίῳ Διογένους τοῦ Διογένους μητρὸς Πλουτάρχης
ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ καὶ παραμεμετρῆσθαι
πυροῦ γενήματος τοῦ διελθόντος τεσσαρεσκαιδεκάτου ἔτους μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ ἀρτάβας διακοσίας πεντήκοντα ἑπτὰ ἥμισυ, γίνονται ἀρτάβαι διακόσιαι πεντήκοντα ἑπτὰ ἥμισυ , ἃς ὁπηνίκα ἐὰν αἱρῇ ταύτας σοι παραδώσω ἢ οἷς ἐὰν
αἱρῇ ἀνυπερθέτως ἢ γενήματος τοῦ τεσσαρεσκαιδεκάτου ἔτους ἢ τοῦ ἐνεστῶτος
πεντεκαιδεκάτου ἔτους νέον καθαρὸν ἄδολον ἄβωλον κεκοσκινευμένον
μέτρῳ τῷ προκειμένῳ ἐν κώμῃ Ψώβθει τῆς πρὸς ἀπηλιώτην τοπαρχίας,
γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων
καθάπερ ἐκ δίκης. κύριον τὸ χειρόγραφόν μου τοῦ Σαραπίωνος τοῦ καὶ Ἀλεξάνδρου
ἰδιόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ
ἐπιφέροντι. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ
Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Μεχεὶρ κθ.
[extdupl]
Σαραπίων ὁ καὶ Ἀλέξανδρος Διογένους τοῦ Ἑρμαΐσκου μητρὸς Δημητροῦτος
ἀπʼ Ὀξυρύγχων πόλεως Διογένει τῷ καὶ Διονυσίῳ Διογένους τοῦ Διογένους μητρὸς Πλουτάρχης ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ
σοῦ καὶ παραμεμετρῆσθαι πυροῦ γενήματος τοῦ διελθόντος τεσσαρεσκαιδεκάτου
ἔτους μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ ἀρτάβας διακοσίας πεντήκοντα ἑπτὰ
ἥμισυ, γίνονται ἀρτάβαι διακόσιαι πεντήκοντα ἑπτὰ ἥμισυ , ἃς ὁπηνίκα
ἐὰν αἱρῇ ταύτας σοι παραδώσω ἢ οἷς ἐὰν αἱρῇ ἀνυπερθέτως ἢ γενήματος τοῦ
τεσσαρεσκαιδεκάτου ἔτους ἢ τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους νέον
καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον μέτρῳ τῷ προκειμένῳ ἐν κώμῃ Ψώβθει τῆς πρὸς ἀπηλιώτην τοπαρχίας, γινομένης
σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ
ἐκ δίκης. κύριον τὸ χειρόγραφόν μου τοῦ Σαραπίωνος τοῦ καὶ Ἀλεξάνδρου ἰδιόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ
ἐπιφέροντι. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ
Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Μεχεὶρ κθ.
[minf]
[…]τα ἀποδιδοῦντος ……[…]
[…]αποντος καὶ …[…]…[…]…[…]
[…]ερου τὰ γράμματα […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.