no image
DDbDP-text
Loan of Wheat via HGV-meta
Linked by Trismegistos ID
TM 15651.
Each record below describes this same artifact or text from a different angle.
[intdupl]
[r]
Διογένης ὁ καὶ Διονύσιος Διογένους τοῦ Διογένους μητρὸς Πλουτάρχης
ἀπʼ Ὀξυρύγχων πόλεως Σαραπίωνι τῷ καὶ Ἀλεξάνδρωι Διογένους
ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμοολογῶ ἔχειν παρὰ σοῦ και παραμεμετρῆσθαι πυροῦ γενήματος τοῦ διελθόντος τεσσσαρεσκαιδεκάτου ἔτους δημοσίῳ ἡμιαρταβίῳ ἀρτάβας διακοσίας
πεντήκοντα ἑπτὰ ἥμισυ, γείνονται ἀρτάβαι διακόσιαι πεντήκοντα ἑπτὰ ἥμισυ , ἃς ὁπηνίκα ἐὰν αἱρῇ ταύτας σοι παραδώσω
ἢ οἷς ἐὰν αἱρῇ ἀνυπερθέτως ἢ γενήματος τοῦ τεσσαρεσκαιδεκάτου
ἔτους ἢ τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους νέον καθαρὸν
ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον μέτρῳ τῷ προκειμένῳ ἐν κώμῃ Ψώβθει τῆς πρὸς ἀπηλιώτην τοπαρχίας,
γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης, κύριον τὸ χειρόγραφόν μου τοῦ Διογένους τοῦ και Διονυσίου ἰδιόγραφον
δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ
ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ
Γερμανικοῦ Μεγίστου, Μεχεὶρ κθ.
[extdupl]
Διογένης ὁ καὶ Διονύσιος Διογένους τοῦ Διογένους μητρὸς Πλουτάρχης ἀπʼ Ὀξυρύγχων πόλεως Σαραπίωνι τῷ και Ἀλεξάνδρῳ
Διογένους τοῦ Ἑρμαΐσκου μητρὸς Δημητροῦτος ἀπὸ τῆς αὐτῆς
πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ καὶ παραμεμετρῆσθαι πυροῦ γενήματος τοῦ διελθόντος τεσσαρεσκαιδεκάτου
ἔτους μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ ἀρτάβας διακοσίας
πεντήκοντα ἑπτὰ ἥμισυ, γείνονται ἀρτάβαι διακόσιαι
πεντήκοντα ἑπτὰ ἥμισυ , ἃς ὁπηνίκα ἐὰν αἱρῇ ταύτας σοι παραδώσω ἢ οἷς ἐὰν αἱρῇ ἀνυπερθέτως ἢ γενήματος τοῦ τεσσαρεσκαιδεκάτου ἔτους ἢ τοῦ ἐνεστῶτος
πεντεκαιδεκάτου ἔτους νέον καθαρὸν ἄδολον ἄβωλον
κεκοσκινευμένον μέτρῳ τῷ προκειμένῳ ἐν κώμῃ
Ψώβθει τῆς πρὸς ἀπηλιώτην τοπαρχίας, γεινομένης
σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων
μοι πάντων καθάπερ ἐκ δίκης. κύριον τὸ χειρόγραφόν
μου τοῦ Διογένους τοῦ καὶ Διονυσίου ἰδιόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ
ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους ιε Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ
Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Μεχεὶρ κθ.
[v]
σι ΨώβθεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.