Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.42.3049dupl 26. Jan. - 24. Febr. 247Oxyrhynchos

Deposit of Grain via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 16447. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[A,ctr] Αὐρήλιοι Δίδυμος ὁ καὶ Ἀντώνιος βουλευτὴς τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ Πα…ας ὁ καὶ Δίδυμος καὶ Ἀμμωνοῦς οἱ τρεῖς Σαραπάμμωνος Φανίου γυμνασιαρχήσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως ἡ δὲ Ἀμμωνοῦς μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων ἔθη τοῦ ἑτέρου αὐτῶν ἀδελφοῦ Αὐρηλίου Καλλινείκου Αὐρηλίῳ Ἀσκληπιάδῃ γυμνησιαρχήσαντι ἐνάρχῳ πρυτάνει βουλευτῇ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἔχειν σου ἐν παραθέσει πυροῦ γενήματος τοῦ διελθόντος γ ἔτους Μάρκων Ἰολίων Φιλίππων καισάρων τῶν κυρίων μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ ἀρτάβας σὺν ταῖς ἑπομέναις ἑκατοσταῖς, ἃς καὶ παραδώσομεν τοῖς ἐπισταλησομένοις ναυκλήροις ἰδίαις ἡμῶν δαπάναις, καὶ τούτων ἀποχάς σοι ἐποίσομεν ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, εἰ δὲ μή, ἐκτείσομέν σοι κατὰ τὸν τῶν παραθηκῶν νόμον, τῆς πράξεώς σοι οὔσης παρά τε ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτεισιν καὶ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι, καὶ ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου Γεναιοτάτου καὶ Ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Μεχείρ. [A,minf] τις ἐπιγέγραμμαι αὐτῆς κύριος συνχωρηθεὶς αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα κοῖται τπε ὑπολόγου θ…νων [B] Αὐρήλιοι Δίδυμος ὁ καὶ Ἀντώνιος βουλευτὴς τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ Πάλλας ὁ καὶ Δίδυμος καὶ Ἀμμωνοῦς οἱ γ Σαραπάμμωνος Φανίου γυμνασιαρχήσαντος τῆς αὐτῆς πόλεως, ἡ δὲ Ἀμμωνοῦς μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων ἔθη τοῦ ἑτέρου αὐτῶν ἀδελφοῦ Καλλινείκου Αὐρηλίῳ Ἀσκληπιάδῃ γυμνασιαρχήσαντι ἐνάρχῳ πρυτάνει βουλευτῇ τῆς αὐτῆς πόλεως δεκαπρώτῳ μέσης τοπαρχίας χαίρειν. ὁμολογοῦμεν ἔχειν σου ἐν παραθέσει πυροῦ γενήματος τοῦ διελθόντος γ ἔτους Μάρκων Ἰουλίων Φιλίππων καισάρων τῶν κυρίων σεβαστῶν ἐν κώμῃ Νεμέραις μέτρῳ δημοσίῳ ἡμιαρτάβίῳ ἀρτάβας ποσὰς γίνονται ἀρτάβαι καὶ ταύτας παραδώσομεν τοῖς ἐπισταλησομένοις ναυκλήροις σὺν ταῖς ἑπομέναις ἑκατοσταῖς ταῖς ἰδίαις ἡμῶν δαπάναις αἳ ἐὰν γείνωνται σοῦ μόνον ἐπακολουθοῦντος καὶ τούτων ἀποχάς σοι ἐποίσομεν καθαρὰς ἀπὸ πάντων ἐπὶ τῆς αὐτῆς Νεμερῶν τῆς πράξεως σοι οὔσης παρά τε ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτεισιν καὶ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι, καὶ ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν.

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.