no image
DDbDP-text
Sale in the Form of Lease of a Boat via HGV-meta
Linked by Trismegistos ID
TM 12607.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ἑβδόμου Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ
Σεβαστῶν, μηνὸς Ἀπελλαίου Φαῶφι κγ, ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου. ὁμολογεῖ Αὐρήλιος Νεμεσᾶς ἀπὸ τοῦ
Κυνοπολίτου κάτω καταμένων ἐν τῇ μητροπόλει πρὸς τῷ Ἀκανθείῳ ὡς ἐτῶν ν οὐλὴ ἴχνει ποδὸς ἀριστεροῦ Αὐρηλίοις Πατῇ
καὶ Ἀνικήτῳ Ἀνικήτου μητρὸς Τα…ς ἀπὸ τοῦ Ὀξυρυγχίτου μεμισθοπεπρακέναι τὸν ὁμολογοῦντα Αὐρήλιον Νεμεσᾶν κατὰ τήνδε
τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ ἔτη πεντήκοντα τὸ ὑπάρχον αὐτῷ πλοῖον Ἑλληνικὸν ἀγωγῆς ἀρταβῶν ἑβδομήκοντα
σὺν τῇ τούτου ἐξαρτίᾳ πάσῃ καὶ ἱστῷ καὶ λιναρμένῳ καὶ κέρασι σεσανιδωμένον διὰ νεὼς καὶ[…]φόρου ἀργυρίου
δραχμῶν μυριάδων δύο καὶ χιλίων οὐσῶν ταλάντων τριῶν καὶ δραχμῶν τρισχιλίων ἃς καὶ ἀπεσχηκέναι διὰ χειρὸς ἐξ οἴκου
καὶ βεβαίωσειν …[…]υ τὸν ὁμολογοῦντα Νεμεσᾶν καὶ τοὺς παρʼ αὐτοῦ τῷ Πατῇ καὶ Ἀνικήτῳ καὶ τοῖς παρʼ αὐτῶν τὸ ὑπάρχον
αὐτῷ ὡς πρόκειται πλοῖον Ἑλληνικὸν ἀγωγῆς ἀρταβῶν ἑβδομήκοντα σὺν τῇ τούτου ἐξαρτίᾳ πάσῃ παντοίᾳ[…]
ση…φιν…ριδιωπι…υ πρὸς τὸ ἀπὸ τοῦ νῦν τοὺς Αὐρηλίους Πατῆν καὶ Ἀνίκητον κρατεῖν καὶ κυριεύειν αὐτοῦ καὶ ἐξουσίαν
ἔχεινδιοικεῖν καὶ οἰκονομεῖν ὡς ἂν αἱρῶνται, καὶ παρέλαβον οἱ Αὐρήλιοι Πατῆς καὶ Ἀνίκητος τὸ προκείμενον πλοῖον πρὸς τὸ τὰ ἐξ
αὐτοῦ περιγεινόμενα ἀποφέρεσθαι αὐτοὺς εἰς τὸ ἴδιον καὶ πάντα τ…σ…[…]…πο…[…]…[…]ἐὰν δὲ μὴ βεβαιώσῃ[…]
…… ἀποτίσειν αὐτοῖς οὓς εἴληφεν φόρους μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ τὰ ἀναλώματα διπλᾶ καὶ εἰς τὸ δημόσιον τὰ ἴσα
Αὐρήλιος Νεμεσᾶς ὁμολογῶμεμισθοπεπρακέναι τὸ ὑπάρχον μοι πλοῖον ἀγωγῆς ἀρταβῶν ἑβδομήκοντα
σὺν […]……πα…[…]καὶ λιναρμένῳ καὶ ἀπέσχον τὸν συμπεφωνημένον φόρον καινοῦ ἀργυρίου τάλαντα τρία καὶ δραχμὰς τρισχιλίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Κοπρῆς γυμνασιαρχήσας τῆς Λεόντων πόλεως ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.
Αὐρήλιοι Πατῆς καὶ Ἀνείκητος γέγονε εἰς ἡμᾶς ἡ μισθοπρασία τοῦ προκειμένου σου πλοίου ἀγωγῆς ἀρταβῶν ἑβδομήκοντα , καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Ἀμμώνιος Ἐπιμάχου ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.