no image
DDbDP-text
Diensteid von Schiffern, die Getreide mit dem Boot transportieren (διεραματῖται) via HGV-meta
Linked by Trismegistos ID
TM 21230.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
Ὧρος[…]…τατος μητρὸς[…]καὶ Θέων Λογγείνου μητρὸς Πλουτάρχης ἀπὸ Ὀξυρύγχων πόλεως οἱ δύο κυβερνῆται πάκτωνος ἑνὸς ἀγωγῆς ἀρταβῶν[…]
καὶ Ἄρειος Πετεερ…… μητρὸς Ἡραίδος[…]
[…]…το…[…] κυβερνήτης […]πάκτωνος ἑνὸς ἀγωγῆς ἀρταβῶν διακοσίων καὶ Ἅρπαλος
Μεττίου μητρὸς […]…ο[…]ς…[…]καὶ
Ἄρειος Ἥρωνος μητρὸς[…]…δος ἀπὸ […]
τοῦ Θινείτου νομοῦ οἱ δύο κυβερνῆται πάκτωνος ἑνὸς
ἀγωγῆς ἀρταβῶν διακοσίων καὶ Ἀπίων Ἀπίωνος μητρὸς […]υτος ἀπʼ Ὀξυρύγχων πόλεως κυβερνήτης πάκτωνος ἑνὸς ἀγωγῆς ἀρταβῶν διακοσίων καὶ Σαραπάμμων ἀπελεύθερος Ἁρθώνιος Ἁρθώνιος ἀπʼ Ὀξυρύγχων
πόλεως κυβερνήτης πλοίου ἀγωγῆς ἀρταβῶν […]
οἱ πάντες ἐκ ναυκληρίου Ὀξυρύγχων πόλεως ὀμνύομεν
τὴν τῶν κυρίων Αὐτοκρατόρων Καισάρων Αὐρηλίων
Ἀντωνίνου καὶ Κομμόδου Σεβαστῶν μεγίστων τύχην
παραστήσειν ἡμᾶς τοὺς προκειμένους πάκτωνας
καὶ πλοῖον ἐξηρτισμένους πάσῃ καταρτείᾳ σὺν τῇ
ναυτείᾳ καὶ πορεύσεσθαι σὺν αὐτοῖς εἰς τὴν ……
κιου διέρασιν τοῦ δημοσίου πυροῦ καὶ ὑπηρετῆσαι ἡμᾶς ἀμέμπτως ἐμφανεῖς ὄντας ἄχρι οὗ ἡ διέρασις πέρας
λάβῃ ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. παρέσχομεν δὲ ἑαυτῶν ἐνγυητὰς ὁ μὲν Θέων καὶ ὁ Ὧρος Ἀπολλώνιον
Χαιρήμωνος τοῦ Θέωνος Σωσικόσμιον τὸν καὶ Ἀλθαιέα
καὶ ὁ Ἄρειος Πετεερ…ου Διονύσιον Ἡρακλείδου μητρὸς
Σαραπιάδος καὶ ὁ Ἅρπαλος καὶ Ἄριος Ἥρωνος Ἀπελλῆν
Θώνιος μητρὸς Ταυσοράπιος ἀπʼ Ὀξυρύγχων πόλεως
καὶ ὁ Ἀπίων τὸν ὁμογνήσιον αὐτοῦ ἀδελφὸν Ἀπίωνα
τὸν καὶ Κάσιον καὶ ὁ Σαραπάμμων Σαραπίωνα Νείλου
τοῦ Νείλου Σωσικόσμιον τὸν καὶ Ἀλθαιέα τοὺς πάντας
παρόντας καὶ εὐδοκοῦντας ἔτους ιθ Αὐτοκρατόρων Καισάρων
Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου
Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν
Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων
μηνὸς Ἁδριανοῦ γ. Ἅρπαλος Μεττίου καὶ Ἄρειος
Ἥρωνος ὀμωμόκαμεν τὸν ὅρκον καὶ ἕκαστα ποιήσομεν
ὡς πρόκειται. Ἄρειος Ἀρείου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων
γράμματα. Ἀπελλῆς Θώνιος ἐγγυῶμαι τὸν Ἅρπαλον
καὶ Ἄριον Ἥρωνος ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ
μὴ εἰδότος γράμματα. Θέων Λογγείνου καὶ Ὧρος
[…]…τατος ὀμωμόκαμεν τὸν ὅρκον καὶ ἕκασταποιήσομεν ὡς πρόκειται. Σαραπίων Διογένους ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.
Ἀπολλώνιος Χαιρήμωνος ἐνγυῶμαι τὸν Θέωνα
καὶ Ὧρον ὡς πρόκειται. Ἀπίων ὁ καὶ Κάσις
Ἀπίωνος ἐγγυῶμαι τὸν ἀδελφόν μου
Ἀπίωνα ὡς πρόκειται. Σαραπάμμων ἀπελεύθερος Ἁρθώνιος καὶ Ἀπίων Ἀπίωνος ὀμωμόκαμεν
τὸν ὅρκον καὶ ἕκαστα ποιήσομεν ὡς πρόκειται. Α…ρ[…]…… ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.
Σαραπίων Νείλου τοῦ Νείλου ἐνγυῶμαι τὸν
Σαραπάμμωνα τὸν ἀπελεύθερον Ἁρθώνιος πάντα ποιήσοντα ὡς πρόκειται. Ἄριος Πετεερ…ου
ὀμώμοκα τὸν ὅρκον. Διονύσιος Ἡρακλίδου ἔγραψα
ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα καὶ ἐνγυῶμαι
αὐτὸν ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.