no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22817.
Each record below describes this same artifact or text from a different angle.
[F]
ιγ Ἀμμωνίου καὶ Ὀλυμπιάδου καὶ Ἀμμωναρίου διὰ τῆς μητρὸς Δημητρίας καὶ Εὐδαιμονίδος ἀργυρίου δραχμῶν ψ
ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς
Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι ιγ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλιτεκνείου ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Ἀμμώνιος Σεβάστιος ὁ καὶ Ἡράκλειος καὶ οἱ τούτου ὁμογνήσιοι ἀδελφοὶ Ὀλυμπιάδης καὶ Ἀμμωνάριον οἱ δύο ἀφήλικες Ἀντινοεῖς, οἱ τρεῖς ἐκ πατρὸς Χαιρήμονος Ἀμμωνίου φυλῆς τῆς αὐτῆς καὶ δήμου
διὰ τῆς κοινῆς αὐτῶν μητρὸς Δημητρίας Τιθοητίωνος ἀπὸ Θνίβεως τοῦ Ἑρμοπολείτου μετὰ κυρίου οὗ ἑκοῦσα ἐπεσπάσατο πρὸς μόνην ταύτην τὴν οἰκονομίαν Διοσκόρου Βησαρίωνος τοῦ Διοσκόρου Παυλινίου τοῦ καὶ Φιλαδελφίου καὶ ἡ τουτων ὁμοπατρία ἀδελφὴ Εὐδαιμονὶς Ἀντινοὶς ἐκ μητρὸς Δημητρίας μετὰ κυρίου τοῦ ἀνδρὸς Ἥρωνος Μαμερτίνου Ματιδίου
τοῦ καὶ Θεσμοφορίου οἱ πάντες Κορνηλίῳ Σαραπάμμωνος τοῦ Εὐδαίμονος Ἀθηναιεῖ τῷ καὶ Ἐριχθονίῳ πεπρακέναι
τὸν Κορνήλιον τῷ Ἀμμωνίῳ καὶ Ὀλυμπιάδῃ καὶ Ἀμμωναρίῳ καὶ Εὐδαιμονίδι τοῖς τέσσαρσι κοινῶς ἐξ ἴσου μέρους ἀπὸ τοῦ
νῦν εἰς τὸ παντελὲς τὸ ὑπάρχον αὐτῷ κτητὸν μέρος ἥμισυ οἰκίας διστέγου σὺν καταγαίῳ καὶ χρηστηρίων καὶ αὐλῆς
καὶ ἀνηκόντων πάντων οὔσης ἐν τῷ δ γράμματι πλινθίῳ ζ τῆς Ἀντινόου ἧς ὅλης οἰκίας καὶ αὐλῆς, γείτονες νότου ῥύμη
δημοσία διʼ ἧς εἴσοδος καὶ ἔξοδος, βορρᾶ Τιθοητίωνος καὶ ἄλλων, ἀπηλιώτου Κορνηλίου καὶ ἄλλων, λιβὸς Σαραπάμμωνος
ἢ οἳ ἐὰν ὦσιν γείτονες πάντοθεν καὶ ἀνῃρῆσθαι τὸν πωλοῦντα Κορνήλιον παρά τε τῆς Εὐδαιμονίδος καὶ τῆς προκειμένης μητρὸς τῶν περὶ τὸν Ἀμμώνιον Δημητρίας τὴν συνπεφωνημένην πρὸς ἀλλήλους τιμὴν ἀργυρίου δραχμὰς ἑπτακοσίας γίνονται ἀργυρίου δραχμαὶ ψ, παρὰ μὲν τῆς Εὐδαιμονίδος τὰς αἱρούσας αὐτῇ δραχμὰς ἑκατὸν ἑβδομήκοντα
πέντε , παρὰ δὲ τῆς Δημητρίας δραχμὰς πεντακοσίας εἰκοσιπέντε αἱρούσας τοῖς τέκνοις αὐτῆς οὔσας ἀπὸ τιμῆς
ὧν ἀπέδοτο ἡ αὐτὴ Δημητρία γυναικείων αὐτῆς κοσμαρίων καὶ σκευῶν ἃς καὶ ἐντεῦθεν χαρίζεται τοῖς αὐτοῖς τέκνοις αὐτῆς χάριτι ἀναφαιρέτῳ καὶ οὐ μετελεύσεται αὐτοὺς κατʼ οὐδένα τρόπον ἐπὶ τῷ καὶ αὐτὴν Δημητρίαν
ἔχειν τὴν οἴκησιν καὶ χρῆσιν τοῦ κατὰ τὰ τέκνα αὐτῆς μέρους τῆς οἰκίας καὶ χρηστηρίων πάντων ἄνευ
ἐνοικίου καὶ παντὸς τελέσματος ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον διὰ τὸ ἐπὶ τούτοις αὐτοῖς γεγενῆσθαι τὸν ἀγορασμόν,
κρατεῖν οὖν καὶ κυριεύειν τοὺς ὠνουμένους τέσσαρας ὧν τὰ ὀνόματα πρόκειται καὶ τοὺς παρʼ αὐτῶν τοῦ πεπραμένου
ἡμίσους μέρους τῆς οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων πάντων καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ ὡς ἂν αἱρῶνται
ἀνεμποδίστως, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἀπὸ τῆς κατὰ τὸν πωλοῦντα ἐνποιήσεως
ἐξακολουθούσης αὐτῷ Κορνηλίῳ καὶ τοῖς παρʼ αὐτοῦ καὶ πάντα τὸν ἐπελευσόμενον ὀνόματι αὐτοῦ ἢ τῶν παρʼ αὐτοῦ ἀποστήσειν αὐτὸν παραχρῆμα ἰδίαις αὐτοῦ δαπάναις χωρὶς τοῦ κυρίαν μένειν τήνδε τὴν πρᾶσιν καὶ οὐκ ἐξέσται οὐδενὶ τῶν ὠνουμένων πωλεῖν ξένῳ τὸ κατʼ αὐτὸν μέρος ἢ μόνοις τοῖς προκειμένοις αὐτοῦ κοινωνοῖς
πρὸς τὸ αἱροῦν τῆς προκειμένης τιμῆς ἐφʼ ὅσον ἐστὶν ἡ οἰκία τῶν αὐτῶν στεγῶν διὰ τὸ ἐπὶ τούτοις ἑστάσθαι καὶ ἠγορακέναι. Κορνήλιος Σαραπάμμωνος τοῦ Εὐδαίμονος Ἀθηναιεὺς ὁ καὶ Ἐριχθόνιος πέπρακα τοῖς τέσσαρας κοινῶς ἐξ ἴσου τὸ ὑπάρχον μοι μέρος ἥμισυ τῆς προκειμένης οἰκίας διστέγου καὶ αὐλῆς καὶ χρηστηρίων πάντων
καὶ ἀπέσχον τὴν τιμὴν δραχμὰς ἑπτακοσίας καὶ βεβαιώσω καὶ εὐδοκῶ πᾶσι ὡς πρόκιται. Ἅρπαλος Νεμεσίωνος Νερουιάνιος ὁ καὶ Προπατόριος ἔγραψα ὑπὲρ αὐτοῦ τὸ ὄνομα ὑπογράφοντος. Κορνήλιος ὑπέγραψα
ὡς πρόκιται. Εὐδαιμονὶς Χαιρήμονος ἐώνημαι καὶ ἐξωδίασα τὴν τιμὴν καὶ εὐδοκῶ πᾶσι ὡς πρόκειται. Ἥρων Μαμερτείνου τοῦ Ὡρίωνος
Ματίδιος ὁ καὶ Θεσμοφόρειος ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Σαραπᾶς ὁ καὶ Σερῆνος Ἀμμωνίου Αἰλιεὺς ὁ καὶ Διονυσιεὺς ἀνέγνων τοῖς
προγεγραμμένοις πᾶσι τὴν προκειμένην ὠνὴν ὡς περιέχει. Ἡλιόδωρος Ἑρμίου Παυλίνιος ὁ καὶ Φιλαδέλφιος μαρτυρῶ. Ὠριγένης Ἡρακλείδου Σεβάστιος ὁ καὶ Ἀσκλήπειος μαρτυρῶ. Διόσκορος Διοσκόρου Ἀθηναιεὺς ὁ καὶ Ἐλευσίνιος μαρτυρῶ. Σαραπίων ὁ καὶ Εὐδαίμων Ἀθηναιεὺς
ὁ καὶ Μαραθώνιος μαρτυρῶ. Δημητρία Τιθοητίωνος μετὰ κυρίου Διοσκόρου Βησαρίωνος ἐξωδίασα τὴν προκειμένην τιμὴν καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς προκειμένοις. Φιλαντίνοος ὁ καὶ Ὡρίων
γεραίτερος Ἀπολιναρίου Σαβείνιος ὁ καὶ Ἁρμονιεὺς ἔγραψα ὑπὲρ αὐτῆς μὴεἰδυίας γράμματα. ὑπογραφεὺς τοῦ κυρίου […]αι Διόσκορος Βησαρίωνος εὐδοκῶ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.