no image
DDbDP-text
Application for Examination of a Slave via HGV-meta
Linked by Trismegistos ID
TM 21865.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίωι Ἀμμωνίωι νομάρχῃ Ἀντινόου πόλεως
διὰ Αὐρηλίου Ἀπόλλωνος τοῦ καὶ Σερήνου διαδόχου
παρὰ Αὐρηλίας Κλαυδίας Σαραπίωνος ἀπʼ Ὀξυρύγχων
πόλεως μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Μάρκου Αὐρηλίου Ἀμμωνίου Διονυσίου τοῦ Ἀμερίμνου Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως. βουλομένη ὠνήσασθαι παρὰ
Αὐρηλίας Ἀρτεμεῖτος Ἀμόιτος μητρὸς Ταφαμόιτος ἀπὸ Χοινώθεως τοῦ Ἡρακλεοπολείτου νομοῦ
χωρὶς κυρίου χρηματιζούσης δικαίῳ τέκνων δούλην
ὀνόματι Τυραννίδα γένει Ἀσιαγενὴν λευκόχρουν
ὡς ἐτῶν κδ ἢ εἰ καί τινι ἑτέρῳ ὀνόματι καλεῖται,
ἀξιῶ τὴν ταύτης ἀνάκρισιν γενέσθαι κατὰ τὰ κελευσθέντα. διευτύχει. ἔτους κδ Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου
Παρθικοῦ Μεγίστου Βρεττανικοῦ Μεγίστου Γερμανικοῦ
Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Θὼθ ιη. Αὐρηλία Κλαυδία ἐπιδέδωκα. Αὐρήλιος
Ἀμμώνιος ἐπιγέγραμμαι τῆς γυναικός
μου κύριος. Σερῆνος Σαραπίωνος τοῦ Χαιρήμονος Φυλαξιθαλάσσιος ὁ καὶ Ἀλθαιεὺς
ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.
Αὐρηλία Ἀρτεμεῖς εὐδοκῶ. Αὐρήλιος
Καλλίνικος ὁ καὶ Κοπρέας Ἡρακλείδου μητρὸς
Ἰσεῖτος ἀφʼ Ἡρακλέους πόλεως ἔγραψα ὑπὲρ τῆς τοῦ ἀδελφοῦ γυναικὸς γράμματα
μὴ εἰδυίας. Αὐρήλιος Ἀμμώνιος νομάρχης Ἀντινόου πόλεως διὰ Αὐρηλίου Ἀπολλωνίου τοῦ καὶ Σερήνου διαδόχου
[…] ἀντὶ ἀποδ[…]
[…]ειοις τῷ ὑπ[…]
ετε[…]ρ[…] γνωρίζων […]
ἐπιτελου[…]υτον κινδυν[…]
ὡς ς[…]θη. ἐσημειωσάμην.[…]ἔτους κδ
Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου
ΠαρθικοῦΜεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ
Μεγίστου Εὐτυχοῦς Σεβαστοῦ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.