no image
DDbDP-text
Examination (ἐπίκρισις) for Membership of the Gymnasium via HGV-meta
Linked by Trismegistos ID
TM 22165.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίοις καὶ Κρονίῳ ἐξηγητεύσαντι ἐνάρχῳ πομπαγωγῷ ἀμφοτέροις βουλευταῖς τῆς Ὀξυρύγχων πόλεως τοῖς πρὸς τῇ ἐπικρίσει
παρὰ Αὐρηλίου Σαραπίωνος μητρὸς[…]λίας ἀπʼ Ὀξυρυγχιτῶν πόλεως. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τοὺς ἐκ τοῦ γυμνασίου εἰ εἰσὶ τοῦ γένους τούτου, ἐτάγη ἐπʼ ἀμφόδου
[…]ὁ υἱός μου[…]μητρὸς[…] ὢν πρὸς τὸ ἐνεστὸς ζ ἔτος ἐτῶν ιδ οὐλὴν μὴ ἔχων δρομεὺς μανθάνων. ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ κατὰ τὴν γενομένην τῷ ε ἔτει θεοῦ
Οὐεσπασιανοῦ τῶν ἐκ τοῦ γυμνασίου ἐπίκρισιν ἐπικεκρίσθαι τὸν τοῦ πάππου μου πρόπαππον Διονύσιον Φίλωνος ἐπʼ ἀμφόδου Μητρώου ἀκολούθως αἷς ἐπήνεγκεν ἀποδείξεσιν ὡς καὶ ὁ αὐτοῦ πατὴρ Διονύσιος Φίλωνός ἐστιν ἐν τῇ τοῦ λδ ἔτους θεοῦ Καίσαρος γραφῇ,
καὶ τὸν τοῦ πατρός μου πρόπαππον[…]προσβάντα ἐπικεκρίσθαι τῷ[…]ἔτει Δομιτιανοῦ ἐπʼ ἀμφόδου Κρητικοῦ καὶ τὸν πρόπαππόν μου Κορνήλιον προσβάντα ἐπικρίσει τῷ ιζ ἔτει θεοῦ Τραιανοῦ ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου Μητρώου καὶ τὸν
πάππον μου[…]προσβάντα ἐπικεκρίσθαι τῷ[…]ἔτει θεοῦ Ἀντωνίνου ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ καὶ τὸν πατέρα μου Σαραπίωνα προσβάντα τῷ ϛ ἔτει θεῶν Αὐρηλίων Ἀντωνίνου καὶ Οὐήρου ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου Ἀναμφοδάρχων
καὶ ἐμὲ προσβάντα ἐπικεκρίσθαι τῷ[…]ἔτει θεῶν[…]ἐπʼἀμφόδου Κρητικοῦ καὶ τὸν τοῦ πάππου τῆς μητρὸς τοῦ υἱοῦ μου πρόπαππον Ἀπολλώνιον Ἀπολλωνίου τετάχθαι διὰ τῆς τοῦ αὐτοῦ ε ἔτους θεοῦ Οὐεσπασιανοῦ ἐπικρίσεως
ἐπʼ ἀμφόδου[…]καὶ τὸν τοῦ πατρὸς αὐτῆς πρόπαππον Ἀπολλώνιον προσβάντα τῷ β ἔτει θεοῦ Τίτου ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ καὶ τὸν πρόπαππον αὐτῆς Ἀπολλώνιον τὸν καὶ Ζωίλον προσβάντα τῷ ζ ἔτει
θεοῦ Ἁδριανοῦ ἐπʼ ἀμφόδου[…]καὶ τὸν πάππον αὐτῆς[…] προσβάντα ἐπικεκρίσθαι τῷ ια ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ καὶ τὸν πατέρα αὐτῆς Χωσίωνα προσβάντα ἐπικεκρίσθαι τῷ κβ ἔτει θεοῦ Κομμόδου
ἐπʼ ἀμφόδου παρέσχον δὲ τῆς ἐπικρίσεως γνωστῆρας καὶ ὀμνύω τὴν Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ καὶ Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ Καισάρων τῶν κυρίων Σεβαστῶν τύχην
ἀληθῆ εἶναι τὰ προγεγραμμένα καὶ εἶναι τὸν[…]φύσει ἐμοῦ καὶ[…]τυχος υἱὸν καὶ μήτε θέσει μήτε ὑπόβλητον μηδὲ ἀλλοτρίαις ἀσφαλείαις ἢ ὁμωνυμίαις κεχρῆσθαι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ.
ἔτους ζ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικκινίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου
Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Μεσορὴ ἐπαγομένων ε. γνωστῆρες Μάρκοι Αὐρήλιοι Μακρεῖνος Μάρωνος μητρὸς Ἀλίνης τῆς καὶ Ἀπίας Θέων ὁ καὶ Κρονίων
[…] οἱ γ τῆς αὐτῆς πόλεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.