no image
DDbDP-text
[r,1]
…
[r,2]
ιγ. ἐπεκρίθη
Καλπουρνίῳ Ὡρίωνι τῷ κρατίστῳ ὑπομνηματογράφῳ
παρὰ Αὐρηλίου Ἀπίωνος Πλουτίωνος τοῦ καὶ Ὡρείωνος Διογένους μητρὸς Χαιρημονίδος ἀπὸ
τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως.
ἀναγραφόμενος ἐπʼ ἀμφόδου Νότου Κρηπεῖδος καὶ ἐπικριθεὶς
τῷ ιγ ἔτει, ὡς εἶναί με πρὸς τὸ ἐνεστὸς α ἔτος ἐτῶν ιθ,
οὐχ ὑπήκουσα ἐν τῇ γενομένῃ ἀναγορείᾳ διὰ τὸ εἶναί
με ἐπὶ τῆς ἀλλοδαπῆς. νῦν δὲ
ἐπιδημήσας ἐπιδίδωμι
τάδε τὰ βιβλία καὶ ἀξιῶ μετασχεῖν ἅμα τοῖς ἄλλοις τῆς
δωρεᾶς τοῦ σιτηρεσίου
διευτύχει.
ἔτους α Αὐτοκράτορος Καίσαρος
Λουκίου Δομιττίου Αὐρηλιανοῦ Εὐσεβοῦς
Εὐτυχοῦς Σεβαστοῦ καὶ Ἰουλίου
Αὐρηλίου Σεπτιμίου Οὐαβαλάθου
Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως
ὑπάτου αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων
Τῦβι
Αὐρήλιος Ἀπίων Πλουτίωνος ἐπιδέδωκα. Αὐρήλιος Πλουτίων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.
παρόντων τῶν φυλάρχων καὶ τῶν
γνωστήρων παρεχέτω τὰ
σύμβολα τῆς πολιτείας ἵνα
τῇ οἰκείᾳ τάξει παραδεχθῇ.
παρεδεξάμην ἐν τῇ τάξει τῶν ἐπικριθέντων.
Αὐρήλιος Πλουτίων ὁ καὶ ……
………απιων[…]……
……[…]………[…]
επικ[…]…… ἐν τῇ ἀναγορείᾳ
ὑπακου………[…]
Αὐρήλιος Ζωίλος γενόμενος φύλαρχος· οὗτος […]
[…]……[…]
[… ? lines lost …]
[v,2]
Αὐρήλιος Σερῆνος γνωστήρ. γνωστεύω τὸν προκείμενον ὄντα
τὸν προκείμενον ὡς πρόκειται
καὶ αὐτός ἐστιν ὁ ὑπακούων.
[r,3]
λειτουργ. ιδ
Καλπουρνίῳ Ὡρείωνι τῷ κρατίστῳ ὑπομνηματογράφῳ.
παρὰ Αὐρηλίου Σαραπιάδου Ὀφελλίου μητρὸς Διδύμης ἀπὸ
τῆς λαμπρᾶς Ὀξυρύγχων πόλεως. ὁ τρόφιμός μου ἀδελφός,
Αὐρήλιος Ἀφύγχις Διοσκόρου μητρὸς Φιλήτης ἀπὸ τῆς αὐτῆς
πόλεως, ἀναγραφόμενος ἐπʼ ἀμφόδου Νότου Κρηπεῖδος
μ…ος ὢν καὶ ἀνεπίκριτος
…ως κατὰ πλάνην …[…]
διὰ τοῦ προμεταδοθέντος κατʼ ἄνδρα τῶν τὰς ἐννακοσίας
ἀρτάβας τοῦ σιτηρεσίου λαμβανόντων διαρι…[…]
τ… δεδόσθαι …[…]
του προ…[…]
του ἐν τοῖς τ…[…]
[…]…λουσι ο…δε…[…]…οις…[…]
[…]… λειτουργια…[…]
[…]…δα τὴν περὶ αὐτὸν …[…]
ἐπιδιδοὺς οὖν τὰ βιβλία ἀξιῶ
καὶ ἂν νῦν ἐνταγῆναι αὐτὸν ἐν
τοῖς ἐννακοσίοις πρὸς τὸ μετασχεῖν τῆς
κοινῆς τοῦ σιτηρεσίουδωρεᾶς. διευτύχει.
ἔτους α Αὐτοκράτορος Καίσαρος Λουκίου
Δομιττίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ καὶ Ἰουλίου Αὐρηλίου Σεπτιμίου Οὐαβαλλάθου
Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως ὑπάτου
αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων […]
Αὐρήλιος Σαραπιάδης Ὀφελλίου
ἐπιδέδωκα.
παρεδεξάμην ἐν τῇ τάξει τῶν ῥεμβῶν. […]
Αὐρήλιος Ζωίλος γενόμενος φύλαρχος· οὗτος[…]
ὃς καὶ ἐπὶ τῆς ἀναγορίας ὑπ[…]κου…[…]
[…]…ρος ἔγραψα ὑπὲρ τοῦ πατρός μου βραδέως γράφοντος
[…]…του[…]
[… ? lines lost …]
[v,3]
[… ? lines lost …]
Αὐρήλιος Σερῆνος γνωστήρ. γνωστεύω τὸν προκείμενον ὄντα
τοῦτον καὶ ὑπακούοντα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.