no image
DDbDP-text
Grunderwerbsapographe via HGV-meta
Linked by Trismegistos ID
TM 15827.
Each record below describes this same artifact or text from a different angle.
[r]
βιβλιοφύλαξιν ἐγκτήσεων Ἑρμοπολίτου παρὰ Αὐρηλίας Ἐοῦτος Πεκύσιος μητρὸς Τικάμιος Ἑρμοπολίτιδος μετὰ συνεστῶτος Σόιτος Ἀμανῆτος
μητρὸς Κολλεύθιος ἀπὸ τῆς αὐτῆς πόλεως· ἀπογράφομαι εἰς τὸ ἐνεστὸς κα ἔτος καὶ ιγ ἔτος τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἃς ἐώνημαι κατὰ τρισσὴν ἔνγραφονασφάλειαν γεγονυῖαν τῷ διεληλυθότι κ ἔτει καὶ ιβ ἔτει […]παρὰ …καρι[…]λ…μ…ανιανου
γυμνασιάρχου ἐπὶ τῶν στεμμάτων τῆς λαμπροτάτης Ἑρμοῦ πόλεως[…]ἐν τῷ Κουσσίτῃ κάτω περὶ …ρια…τω… […]ους κλήρου ἀπὸ κοινῶν
καὶ ἀδιαιρέτων ἀρουρῶν[…] ἐν αἷς λάκκος ἐξ ὀπτῆς πλίνθου κατοικικὰς ἀρούρας τεσσάρας τέταρτον
ἑκκαιδέκατον δυοκαιτριακοστὸν τιμῆς ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων δώδεκα καὶ δραχμῶν πεντακισχιλιῶν
ἀκολούθως τῇ τρισσῇ ἀσφαλείᾳ ῆς περιέχει, ἀφʼ ἧς μοναχὴν ἐνδημοσίωσα διʼ Αὐρηλίου
Ἀχιλλέως γενομένου ὑπομνηματογράφου μισθωτοῦ ταβελλιόνων
Ἑρμοπολίτου τῷ ἐνεστῶτι ἔτει Παχὼν γ, ἣν καὶ ἐπεσταλμένην ὑμῖν ἀπʼ αὐτοῦ ἐντεῦθεν ἀνέδωκα ὑμῖν …λλα…[…]…[…]πρὸς τὸ
τὴν δέουσαν παράθεσιν παρʼ ὑμῖν γενέσθαι καὶ ὀμνύω τὴν τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τύχην οὕτως ἔχειν· ἔστι δέ· ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ ε· Αὐρήλιος Ἀχιλλεὺς γενόμενος ὑπομνηματογράφος μισθωτὴς ταβελλιόνων
Ἑρμοπολίτου βιβλιοφύλαξιν ἐγκτήσεων τοῦ αὐτοῦ νομοῦ φιλτάτοις χαίρειν· τῆς τετελειωμένης
προσφωνήσεως ἀντίγραφον ὑπόκιται· ἐρρῶσθαι ὑμᾶς εὔχομαι. κα ἔτους καὶ ιγ ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων[…]Αὐρηλίῳ Ἀχιλλεῖ
γενομένῳ ὑπομνηματογράφῳ μισθωτῇ ταβελλιόνων Ἑρμοπολείτου παρὰ Αὐρηλίας Ἐοῦτος Πεκύσις· τῆς τετελειωμένης δημοσιώσεως ἀντίγραφον ὑπόκειται. ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ τὸ θ καὶ Μαξιμιανοῦ τὸ η Σεβαστῶν·[…]ανιανου γυμνασίαρχος ἐπὶ τῶν στεμμάτων ἀπʼ Ἑρμοῦ πόλεως
τῆς λαμπροτάτης Αὐρηλίᾳ Ἐοῦτι Πέκυσιος μητρὸς Τικάμιος ἀπὸ τῆς αὐτῆς πόλεως[…]νομου χωρὶς κυρίου χρηματίζούσῃ
τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη μετὰ συνεστῶτος[…]Ἀπολλωνίου χαίρειν· ὁμολογῶ πεπρακέναι σοι κατὰ
τήνδε τὴν τρισσὴν ἔνγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον[…]ου……[…]…[…]δ…[…]ας τοῦ
πρὸς πατρὸς ἐν Κουσσίτῃ κάτω
[…] κλήρου ἀπὸ κοινῶν καὶ ἀδιαιρέτων ἀρουρῶν[…]ἐν αἷς λάκκος ἐξ ὀπτῆς πλίνθου ἀρούρας τεσσάρας τέταρτον ἐκκαιδέκατον δυοκαιτριακοστόν , ἃς παραδώσω σοι κατʼ ἀγρὸν σπορίμας, πλήρεις τῷ τῆς
κατοικίας δικαίῳ σχοινίῳ, καθαρὰς ἀπὸ βασιλικῆς καὶ ἅπαντος ἁπλῶς εἴδους, ὧν γείτονες νότου […]……ρο…
[…]ης, ἀπηλιώτου κλῆρος Αὐ……[…]…αν…… κλ[…] ἢ οἳ ἂν ὧδʼ ὦσι γείτονες πάντοθεν,
τιμὴν δὲ τὴν πρὸς ἀλλήλοις συνπεφωνημένην ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα δώδεκα καὶ δραχμὰς πεντακισχιλίας αὐτόθι ἄπεσχον
παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους …[…]… καὶ εἶναι περὶ σὲ τὴν ὠνουμένην Ἐοῦν καὶ τοὺς παρὰ σοῦ
τὴν τῶν πεπραμμένων ὡς πρόκειται ἀρουρῶν τεσσάρων τετάρτου ἑκκαιδεκάτου δυοκαιτριακοστοῦ κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἴρησθε τρόπον
ἀνεμποδίστως, τῶν δημοσίων τελεσμάτων καὶ ἐπιμερισμῶν παντοίων καὶ
ἀννωνικῶν ἐπιβολῶν κανονικῶν καὶ ἄλλων τῶν μὲν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος ιθ ἔτους καὶ ιη
ἔτους καὶ ια ἔτους καὶ τοῦ αὐτοῦ ὄντων πρὸς ἐμὲ τὸν πωλοῦντα,
τῶν δὲ ἀπὸ τοῦ ἐνεστῶτος κ ἔτους καὶ ιβ ἔτους πρὸς σὲ τὴν ὠνουμένην τὸ εἶναι σοῦ τὰ ἀπὸ τοῦ αὐτοῦ ἐκφόρια δὲ καὶ φόρους,
τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν
ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλους ὑπὲρ
ἐμοῦ ἐπὶ σὲ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω καὶ μὴ
βεβαιῶ, ἡ δʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσω ἢ ὁ ὑπὲρ
ἐμοῦ ἐπελευσόμενός σοι τῇ ὠνουμένῃ τὰ δὲ βλάβη καὶ δαπανήματα καὶ
ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία τρισσὴγραφεῖσα, ἣν καὶ τρισσὴν σοι ἐξεδόμην ὁμότυπον, πανταχοῦ ἐπιφερομένη ὡς
ἐν δημοσίῳ ἀρχείῳ κατακεχωρισμένη, περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερωτηθεὶς ὡμολόγησα. κ ἔτους καὶ ιβ ἔτους
τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καίσάρων
[…]πέπρακα τὰς προκειμένας ἀρούρας τεσσάρας τέταρτον ἑκκαιδέκατον δυοκαιτριακοστὸν
λβ καὶ ἀπέσχον τὴν τιμὴν ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα δώδεκα καὶ δραχμὰς πεντακισχιλίας καὶ βεβαιώσω
καὶ εὐδοκῶ πᾶσι τοῖς ἐνγεγραμμένοις ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. βουλομένη οὖν ἀπὸ τῆς τρισσῆς ἀσφαλείας μοναχὴν ἐν δημοσίῳ γενέσθαι
δίδωμι τὸ ἐπιβάλλον τέλος καὶ ἀξιῶ ἀναλαβόντας αὐτὴν ὡς ὑπόκειται ὑπογραφομένην ὑπὸ τοῦ ὑπὲρ ἐμοῦ ὑπογράψοντος περὶ τοῦ
[…]κα ἔτους καὶ ιγ ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων
Καισάρων Παχὼν γ. ἔσχον αὐτῆς τὸ ἴσον. κα ἔτους καὶ ιγ ἔτους τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Παχὼν γ. Αὐρηλία Εὖς Πεκύσιος
μετὰ συνεστῶτος Σόιτος Ἀμανῆτος
ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον ὡς πρόκιται. Αὐρήλιος Σιλβανὸς Ἰσιδώρου ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.
[…]…τερουντος τοῦ ἀδελφοῦ αὐτοῦ Διδ…ς τοῦ καὶ Ἁρποκρατίωνος ταξ ἀπὸ τῶν[…]…ων …ε… …ου φομ…
ὅπου οὐ διάκειται ἐπὶ
[…]ν τῶν ἀπογραφομένων ἀρουρῶν τεσσάρων τετάρτου ἑκκαιδεκάτου δυοκαιτριακοστοῦ
σὺν τῷ αἱροῦντι μέρει τοῦ λάκκου οὐ διακειμένων τοῦ Ἀπολλ
[…]… κινδύνῳ τῆς ἀπογραφομένης.
[…] …[…]……
[v]
παρʼ ἐμοῦ
Εὖς Πεκύσιος
κα ἔτους ιγ ἔτους Παχὼν
γSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.