no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8940.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον […]τω… ἔτους ζ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Ἐπεὶφ[…]ὁμολογοῦσι
Παᾶπις ὡς ἐτῶν μ εὐμεγέθης μελίχρως μακροπρόσωπος εὐθύριν οὐλὴ ποδὶ δεξιῶι καὶ Ἐριεὺς ὡς ἐτῶν λα εὐμεγέθης κ[…]ἀμφότεροι
Πανεφρέμμιος Εὐάνδρωι Ἀκουσιλάου ὡς ἐτῶν κϛ μέσωι μελίχρωι μακροπροσώπωι εὐθύρινι οὐλὴ ἀριστερᾷ πεπρακέναι αὐτῶι διὰ τοῦ ἐν τῇ προγεγραμμένῃ κώμη
ἀγορανομείου τῶι αὐτῶι χρόνωι ἕκαστος τὰς ὑπαρχούσας αὐτῶι γῆς ἀμπελίτιδος ἀρούρας τέσσαρες οδ[…]ευ[…]
ἀδελφοῦ Πανεφρέμμιος δὲ τετελευτηκότος υἱοῦ Πανεφρέμμιος οὐδέπω ὄντος τῶν ἐτῶν ὡς ἐτῶν ἓξ
αυρ[…]… […]κατὰ τὸν ἐπεσταλμένον
ὑπὸ Γαλερίου τοῦ Σώτου τῶι ἀγορανόμωι ὄντι δὲ καὶ μνήμονι, καὶ οἷς ἄλλοις καθήκει χρηματισμόν, οὗ τὸ ἀντίγραφον ὑποτέτακται[…]
πατρικὰς γῆς ἀμπελίτιδος ἀρούρας τέσσαρες , τῶν δὲ ἐπὶ τὸ αὐτὸ ἀρουρῶν δέκα δύο ἢ ὅσων ἐὰν ὦσιν οὐσῶν ἐνε[…]
ἐποίκιον τῆς Ἡρακλείδου μερίδος, ὧν γείτονες νότου χέρσος, βορρᾶ πρότερον Φιλωτέρας τῆς Φιλοξένου καὶ αρ[…]
καὶ χέρσοι, ἀπηλιώτου Ἀλεξάνδρου τοῦ Πετεσούχου καὶ Ἀκουσιλάου ἀμπελὼν καὶ χέρσοι, καὶ ἀπέχειν τοὺς ὁμολογοῦντας τὴν συμπεφωνημένην
ὧν ἕκαστος πέπρακεν τιμὴν πᾶσαν ἐκ πλήρους διά τε χειρὸς καὶ διὰ τῆς Γαλερίου Ἀρει… τραπέζης τῆς κ…αη[…] ἐπιχωρηθείσης … τῶν προκειμένων
ἀρουρῶν τεσσάρων κατὰ τὸν ἐπεσταλμένον χρηματισμὸν καὶ βεβαιώσειν αὐτοὺς τε τοὺς ὁμολογοῦντας τῷ Εὐάνδρωι
καὶ τοῖς παρʼ αὐτοῦ ἕκαστος ὧν πέπρακεν καθὼς πρόκειται πάσῃ βεβαιώσει καὶ παρέξασθαι[…]α ἀνέπαφον καὶ καθαρὸν ἀπὸ μεν
δημοσίων τελεσμάτων πάντων […]κω[…] μέχρι τοῦ διεληλυθότος ϛ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτόκρατορος ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον[…]ομηδεμιᾷ ἐπελεύσεσθαι μήτε ἐπʼ αὐτὸν μητὲ ἐπὶ τοὺς παρʼ αὐτῶν τρόπωι μηδενὶ ……[…]
καὶ ἐξοδεύων[…] δ[…]…ειθι Φαρ[…]
καὶ ὑπο[…]χρώμενος ὧν ἐὰν αἱρῆται[…]
εικατ[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.