no image
DDbDP-text
Sale of Vineyard, etc. via HGV-meta
Linked by Trismegistos ID
TM 30395.
Each record below describes this same artifact or text from a different angle.
παρὰ Λουκίου Καλπουρνίου Γαίου καὶ ὡς χρηματίζει γενομένου εὐθηνιάρχου καὶ κοσμητοῦ βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων γυμνασιάρχου ἐνάρχου πρυτάνεως τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ παρὰ Αὐρηλίας Ἀπολλωνίας τῆς καὶ Ἁρποκρατιαίνης Πουπλίου ἀστῆς ὡς ἐν Πτολεμαίδι τῆς ἐν Θηβαίδι τὸ πρὶν χρηματιζούσης Ἀπολλωνίας τῆς
καὶ Ἁρποκρατιαίνης Πουπλίου μητρὸς Ἀπολλωνίας ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων ἔθη Μάρκου Αὐρηλίου Ἀμμωνίου τοῦ καὶ Γεμεινᾶ καὶ ὡς χρηματίζει καὶ παρὰ τοῦ ταύτης υἱοῦ
συνχωροῦσι ἡ μὲν Αὐρηλία Ἀπολλωνία ἡ καὶ Ἁρποκρατίαινα
καταγεγραφέναι τῷ τοῦ Καλπουρνίου Γαίου ἀφήλικι υἱῷ Λουκίῳ Καλπουρνίῳ Φίρμῳ τὸ ὑπάρχον ἀυτῇ περὶ κώμην
Σοῦιν τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ ἐκ τοῦ Ἀριστοδήμου κλήρου ἀμπελικὸν κτῆμα καὶ καλαμείαν
ὂν ἐν ἀμελείᾳ καὶ τὰ ὄντα οἰκόπεδα καὶ ληνὸν καὶ πίθον καὶ στεμφυλουργικὸν ὄργανον καὶ τὰ προσόντα ὑδρεύματα σὺν τῇ
ἐπικειμένῃ τούτοις μηχανῇ ἐξηρτισμένῃ πάσῃ ξυλικῇ καταρτίᾳ καὶ σιδηρώσει καὶ τὰ τούτων χρηστήρια καὶ ἀνηκοντα καὶ συνκύροντα πάντα ἀρουρῶν ἕνδεκα ἡμίσους τετάρτου ἢ ὅσων ἐὰν ᾖ σὺν τοῖς ἐν αὐτοῖς καὶ περὶ αὐτὴν φοίνιξι
καὶ φυτοῖς καὶ ἀκροδρύοις πᾶσι· τῶν δὲ ὅλων γείτονες λιβὸς πλευρισμὸς καὶ ἐκ τῶν ἄλλων τριῶν ἀνέμων τοῦ Καλπουρνίου Γαίου· καὶ μηδὲν ἄλλο υπ……εναι ἑαυτῇ τὴν Αὐρηλίαν Ἀπολλωνίαν τὴν καὶ Ἁρποκρατίαιναν ἐπὶ τῆς …ειμε[…]…ασομ…[…]…[…]…[…]καταγραφῇ· ἐὰν δε…[…]…ν ὑπολελειμμένον καὶ τοῦτο εἶναι τοῦ ὠνομένου
[…]… τῶν προκειμένων καὶ καλαμείας ἀρουρῶν ἕνδεκα ἡμίσους τετάρτου[…]……ν ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς μυρι
[…] αὐτόθι ἀπέσχεν ἡ Αὐρηλία Ἀπολλωνία ἡ καὶ Ἁρποκρατίαινα παρὰ τοῦ Καλπουρνίου Γαίου[…]…[…]…σθεν προφερε[…]…[…]εσθαι τῷ αὐτῷ ὠνουμένῳ ἀφήλικι αὐτοῦ υἱῷ
[…]… διὸ απὸ τοῦ νῦν κρατεῖν καὶ κυριεύειν τὸν αὐτὸν ὠνούμενον Καλπούρνιον Φίρμον σὺν ἐκγόνοις καὶ τοῖς παρʼ αὐτοῦ μεταλημψομένοις τοῦ καταγραφομένου αὐτῷ ὡς πρόκειται ἀμπελικοῦ κτήματος[…]ν καὶ ἡλικίας γενόμενον χρᾶσθαι καὶ οἰκονομεῖν …[…] ὡς ἐὰν αἱρῆται· ὂ καὶ βέβαιον παρέξεται ἡ Αὐρηλία Ἀπολλωνία ἡ καὶ Ἁρποκρατίαινα διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει
καὶ καθαρὸν ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ […]
[…]φανη εξα[…]
[…]εργασι[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.