no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9028.
Each record below describes this same artifact or text from a different angle.
[r]
[…]…ω[…]
[…]Κάστορ[…]λαογραφουμεν[…]
[…] τοῦ αὐτοῦ Ἀρσινοίτου ἀναγραφομένου α[…]
[…] συνχωρεῖ …[…] …………… πεπρακέναι καὶ παρακεχωρηκέναι τῇ Θερμούθι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον
π[…] τῇ προτέρᾳ κ[…] κώμῃ ……[…]
οἰκίανκαταπεπτωκυῖαν, ἧς γείτονες[…]…νεως Ἀπολιναρίου[…]
κ[…]…[…]Οὐαλερίου οὐετρανοῦ Ἀντινοέως, ἀπηλιώτῃ[…]
μ[…]Ἀπολιναρίου Ἀντινοέως καὶ περὶ τὴν αὐτὴν κώμην ἐν πεδίῳ Ψεναρψενήσεωςἐν μὲν τόπῳ Πολύδᾳ λεγομένῳ ἐλαιῶνος ἐν δυσὶ σφραγῖσι
ἀρούρης ἥμισυ , ὂν ἐν κατοικικῇ τάξει, οὗ γείτονες τῆς μὲν πρώτης σφραγῖδος νότῳ καὶ λιβὶ Λονγεινίας Γεμέλλας, βορρᾶ διῶρυξ Θελαμοῦι λεγομένη, ἀπηλιώτῃ τῶν τοῦ Καστὼλ ἐλαιών, ἐν οἷς πυργομαγδώλ, τῆς δὲ δευτέρας σφραγῖδος νότῳ τῆς ἀποδιδομένης Διδυμαρίου ἐλαιών, βορρᾶ ἡ προγεγραμμένη διῶρυξ, ἀπηλιώτῃ καὶ λιβὶ τῆς προκειμένης Σεμπρωνίας Γεμέλλας ἐλαιὼν καὶ ἐν τῷ αὐτῷ πεδίῳ ἐν τόπῳ Χαλκολόγῳ λεγομένῳ ἐλαιῶνος ἐν κατοικικῇ τάξει ἥμισυ μέρος ἀρούρης μιᾶς ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατεῖνον νότον ἐπὶ βορρᾶν, οὗ ὅλου γείτονες νότῳ φάλαγξ, βορρᾷ καὶ λιβὶ
γενηματογραφούμενος ἐλαιών, πρότερον Λογγείνου Γεμέλλου, ἀπηλιώτῃ Σεμπρωνίου Λονγείνου Ἀντινοέως ἐλαιών, καὶ περὶ κώμην Κερκεσουχα
ἐν τόπῳ οἰκίας Κανν[…]λεγομένου δίμοιρον μέρος κλήρου κατοικικοῦ ἀρουρῶν
τριῶν , ὧν ὅλων γείτονες νότῳ καὶ λιβὶ τοῦ προγεγραμμένου Σεμπρωνίου Λονγείνου, βορρᾶ κληρονόμων Μάγνας ἀδελφῆς αὐτοῦ, ἀπηλιώτῃ ὑδραγωγός, ἐξ οὗ ποτίζεται ὁ κλῆρος μ[…]δημοσία γῆ, καὶ ἐν τῷ αὐτῷ πεδίῳ ἐν τόπῳ οἰκίας Σα[…]
λοχ λεγομένου ἥμισυ μέρος κλήρου κατοικικοῦ ἀρουρῶν δυῶν , ὧν ὅλων γείτονες νότῳ Λονγείνου Πρείσκου στρατιώτου σιτικὰ ἐδάφη, βορρᾶ Σεμπρωνίας
Λονγείνας σιτικὰ ἐδάφη, ἀπηλιώτῃ βασιλικὴ γῆ, λιβὶ φάλαγξ, ἐπὶ δὲ παντὸς τοῦ
ἀρουρηδοῦ κατʼ ἐπιβολὴν τοῦ ἐνόντος παντὸς ἐδάφους ἢ ὅσοι ἐὰν ὦσι ἐπὶ τὸ
πλεῖον ἢ ἔλασσον […]ούσῃ ἐπιβολῇ τιμῆς καὶ παραχωρητικοῦ ἀργυρίου
δραχμῶν δισχιλίων ἑκατόν , ἃς καὶ ἀπέσχεν ἡ Διδυμάριον παρὰ τῆς Θερμούθιος ἐντεῦθεν διὰ χειρὸς ἀφʼ ὧν εἰσι τῆς μὲν οἰκίας, ἐν ᾗ αὐλή, ἀργυρίου δραχμαὶ
ἑκατόν , τῶν δʼ ἄλλων αἱ λοιπαὶ ἀργυρίου δραχμαὶ δισχιλίαι , καὶ ἀπὸ τοῦ νῦν τὴν
Θερμοῦθιν κρατεῖν καὶ κυριεύειν τῶν πεπραμένων καὶ παρακεχωρημένων αὐτῇ ὡς πρόκιται καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον
καὶ ἐξουσίαν ἔχειν ἑτέροις πωλεῖν καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν
ὡς ἐὰν αἱρῆται, τὴν δὲ Διδυμάριον μὴ ἐπιπορεύεσθαι ἐπὶ ταῦτα μηδʼ ἄλλον
ὑπὲρ αὐτῆς μηδένα κατὰ μηδένα τρόπον, τὸν δὲ καὶ ἐπελευσόμενον ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι, τῆς βεβαιώσεως ἐξακολουθούσης αὐτῇ κατὰ πᾶσαν βεβαίωσιν διὰ παντὸς ἢ χωρὶς τοῦ ποιεῖν
α[…] αὐτὰ ἔτι καὶ ἐκτίνειν τὴν τιμὴν σὺν ἡμιολίᾳ καὶ τὰ βλαβη καὶ δαπανήματα καὶ τὸ ὡρισμένον πρόστιμον καθάπερ ἐκ δίκης καὶ ἀξιῶ
ἔτους[…]δεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου
Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Σαρματικοῦ Μεγίστου
[…]
[… 1 line lost …]
[v]
[…]…ας ὑπαρχ…θ……Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.