no image
DDbDP-text
Loan of Money on Security via HGV-meta
Linked by Trismegistos ID
TM 20638.
Each record below describes this same artifact or text from a different angle.
[r,FrA]
ἀντίγραφον. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος.
ἐδάνεισεν Σαραπίων Ἡρώδου τοῦ Ἐξακῶντος ἀπʼ Ὀξυρύγχων πόλεως
μητρὸς Καικιλλίας Πώλλης Θατρῆτι καὶ Τετεωρίῳ ἀμφοτέραις Ἀπολλωνίου τοῦ […]…ος καὶ τῇ τούτων μητρὶ Δημᾶτι Ἀπολλωνίου τοῦ Πανεχώτου μητρὸς Φιλωτέρας, ταῖς τρισὶ ἀπὸ κώμης Πέλα Περσείναις, ἑκάστῃ
μετὰ κυρίου Θατρῆτι μὲν τοῦ ἀνδρὸς Πετεύριος Ἀμμωνᾶτος τοῦ Σαγάθου
μητρὸς Πανεχώτιδος ἀπʼ Ὀξυρύγχων πόλεως, Τετεωρίῳ δὲ τοῦ πρὸς μητρὸς
θείου Πανεχώτου Ἀπολλωνίου μητρὸς Φιλωτέρας ἀπὸ τῆς προκειμένης
Πέλα, Δημᾶτι δὲ τοῦ πρὸς πατρὸς αὐτῆς θείου Ἁτρῆτος Πανεχώτου τοῦ Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς Πέλα, ἐν ἀγυιᾷ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς
χιλίας κεφαλαίου αἷς οὐδὲν προσῆκται τόκου τριωβολείου ἑκάστης μνᾶς
τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Ἁδριανοῦ. ἀποδότωσαν δὲ
αἱ δεδανεισμέναι τῷ δεδανεικότι τὸν μὲν τόκον ἐπὶ συνκλεισμῷ
ἑκάστης δωδεκαμήνου, τῆς πίστεως περὶ τὸν δεδανεικότα οὔσης
περὶ ὧν ἐὰν μὴ ἐπιφέρωσι αὐτοῦ αἱ δεδανεισμέναι γράμματα,
τὸ δὲ κεφάλαιον τῇ τριακάδι μηνὸς Καισαρείου τοῦ ἐνάτου ἔτους
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἅμα τοῖς τῶν λοιπῶν μηνῶν ἐννέα
τόκοις χωρὶς ὑπερθέσεως. εἰ δὲ μή, συνχωροῦσι ἥ τε Θατρῆς καὶ Τετεώριον μένειν περὶ τὸν δεδανεικότα καὶ τοὺς παρʼ αὐτοῦ μεταλημψομένους ἀντί τε τοῦ κεφαλαίου καὶ ὧν ἐὰν μὴ ἀπολάβῃ τόκων
ἀπὸ τοῦ τῆς ἀποδόσεως χρόνου τὴν κράτησιν καὶ κυρίαν
εἰς τὸν
αἰεὶ χρόνον τῶν ὑπαρχόντων αὐταῖς ἐξ ἴσου περὶ τὴν αὐτὴν Πέλα
ἐκ τοῦ Διοκλέους καὶ Πτολεμαίου Πέρσου ἱππικοῦ κλήρου τρίτου μέρους τὸ πρὶν ἀμπελικοῦ κτήματος νυνὶ δὲ χερσαμπέλου ἐκ τοῦ
ἀποβορροτάτου μέρους τοῦ αὐτοῦ τρίτου μέρους ἀρούρας μιᾶς ἡμίσους τετάρτου τετρακαιεξηκοστοῦ σὺν τοῖς ἐνοῦσι πᾶσι, ὧν γείτονες νότου Στεφάνου
[…]ο…τητος τοῦ …[…]καὶ Θατρῆς προκιμένη Ἀπολλωνίου βορρᾶ τοῦ […]
[…]…αρπου καὶ[…]ἀπηλιώτου διῶρυξ[…]τῶν αὐτῶν καὶ
τοῦ Στεφάνου λιβὸς[…]υ ἀδελφοῦ[…]…του επι…[…]
[…]ιστου αὐτω[…]ας τριτο…[…]
[… ? lines lost …]
[r,FrB]
[…]ρ[…]…[…]
[…]αυ[…]αι μ[…]
[…]μεναις […]νι ἐπὶ τ[…]τα
[…] καὶ ἐπάναγκον παρέξασθαι τῷ δεδανεικότι ἢ τοῖς
παρʼ αὐτοῦ ταῦτα διὰ παντὸς βέβαια ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰν ἀπὸ πάσης γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους
καὶ πάσης παραγραφῆς ἀπὸ δὲ δημοσίων καὶ τελεσμάτων πάντων
ἀπὸ τῶν ἐπάνω χρόνων μέχρι τοῦ τῆς κυρίας χρόνου, ἕως δʼ ἂν ἀποδῶσιν αἱ δεδανεισμέναι τῷ δεδανεικότι τὸ κεφάλαιον καὶ τοὺς τόκους
οὐκ ἐξεῖναι τῇ Θατρῆτι καὶ Τετεωρίῳ ταῦτα πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐδʼ ἄλλως καταχρηματίζειν οὐδὲ ἀπογράφεσθαί τινα ἐπὶ τῶν ἀγρῶν,
ἐξουσίας οὔσης τῷ δεδανεικότι μετὰ τὸν χρόνον μὴ ἀπολαμβάνοντα
ἐμποιεῖσθαι τούτων ἀντί τε τοῦ κεφαλαίου καὶ ὧν ἐὰν μὴ ἀπολάβῃ τόκων
τριωβολείων καὶ τῶν καὶ τοῦ ὑπερπεσόντος χρόνου ἴσων τριωβολείων,
ἢ τὴν πρᾶξιν ποιεῖσθαι ἔκ τε τῶν δεδανεισμένων ἀλληλεγγύων οὐσῶν εἰς ἔκτισιν καὶ ἐξ ἧς ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν προκειμένων ἁπάντων καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων αὐταῖς πάντων καθάπερ ἐκ δίκης, ἐξόντος τῷ δεδανεικότι ὁπόταν αἱρῆται κατοχὴν
αὐτῶν[…]χισασθαι πρὸ τοῦ τῶν ἐνκτήσεων βιβλιοφυλακίου πρὸς τὸ αὐτ[…] μὴ ἐλαττουμένου τοῦ αὐτοῦ δεδανεικότος ἐν τῇ πράξει
ὧν ἄλλων ὀφείλει αὐτῷ ἥ τε Θατρῆς καὶ Τετεώριον καθʼ ἕτερον δάνειον γεγονός διὰ τοῦ αὐτοῦ μνημονείου τῷ ἐνεστῶτι μηνὶ Ἁδριανῷ
[…]σεως τῆς μητρὸς ἐπὶ ὑποθήκῃ ταῖς προκειμέναις σιτικαῖς
ἀρούραις δέκα τέσσαρσι ἡμίσει ἀργυρίου ταλάντου ἑνὸς καὶ δραχμῶν ἑξακοσίων
κεφαλαίου καὶ τόκων, ἀλλὰ εἶναι κύριον ὡς περιέχει. κυρία ἡ συνγραφή.
[r,FrC]
[…]…[…]
[…]…ατων[…]
[…]ἐὰν βούληται[…]
[v]
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.