no image
DDbDP-text
Loans of Money. B. Secured on Land via HGV-meta
Linked by Trismegistos ID
TM 21518.
Each record below describes this same artifact or text from a different angle.
[1,B]
Πτολεμαῖος Ἀπίωνος τοῦ Ἀπίωνος μητρὸς Σαραποῦτος ἀπʼ Ὀξυρύγχων πόλεως
Πέρσης τῆς ἐπιγονῆς Ἀπίωνι τῷ καὶ Πετοσοράπει Πετοσοράπιος τοῦ Πετοσοράπιος
τῶν κεκοσμητευκότων τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ
χειρὸς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας τετρακοσίας κεφαλαίου αἷς
οὐδὲν προσῆκται τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἑξῆς μηνὸς
Θώθ. ἀποδώσω δὲ σοὶ τὸν μὲν τόκον κατὰ μῆνα, τῆς πίστεως περὶ σὲ οὔσης περὶ
ὧν ἐὰν μὴ ἐπιφέρω σου γράμματα, τὸ δὲ κεφάλαιον τριακάδι Μεχεὶρ τοῦ εἰσιόντος
τεσσαρεσκαιδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου χωρὶς ὑπερθέσεως.
ἐὰν δὲ μὴ ἀποδῶ, συνχωρῶ μένειν περὶ σὲ καὶ τοὺς παρὰ σοῦ μεταλημψομένους
μετὰτὴν τοῦ κεφαλαίου προθεσμίαν, ἀνθʼ οὗ ἐὰν μὴ ἀποδῶ, τὴν κράτησιν
καὶ κυρίαν εἰς τὸν ἀεὶ χρόνον τοῦ ὑπάρχοντός μοι ἐπʼ ἀμφόδου δεκάτης ἡμίσους
μέρους πατρικῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ εἰσόδων καὶ
ἐξόδων πασῶν, ἧς γείτονες νότου πρότερον Οὐαλεντίας, βορρᾶ πρότερον Σαρᾶς Πτολεμαίου, ἀπηλιώτου δημοσία ῥύμη, λιβὸς Ἀθηναίου, καὶ τάξασθαι τὰ ὑπὲρ τούτου
τέλη καὶ δεσπόζειν αὐτοῦ ὡς ἐὰν πράσεώς σοι γενομένης καὶ τὰ περιεσόμενα
ἀποφέρεσθαι καὶ ἑτέροις πωλεῖν καὶ χρᾶσθαι ὡς ἐὰν αἱρῇ μηδεμιᾶς μοι ἐφόδου καταλειπομένης. παρέξομαι δὲ σοὶ καὶ τοῖς παρὰ σοῦ τὸ αὐτὸ ἥμισυ μέρος τῆς οἰκίας καὶ
αἰθρίου καὶ αὐλῆς βέβαιον ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπὸ ἀπογραφῆς
πάσης καὶ ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς
οὑτινοσοῦν ἄλλου, οὐκ ἐξόντος μοι ἐὰν μὴ πρότερον ἀποδῶ τὰς δραχμὰς χιλίας τετρακοσίας καὶ τοὺς τόκους πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐδʼ ἄλλως καταχρηματίζειν
τὸ ἥμισυ μέρος τῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς οὐδὲ ἀπογράψασθαί τινα ἐπὶ τοῦτο,
ἐξόντος σοι διὰ σεαυτοῦ ἀπὸ τοῦ νῦν ὁπότε ἐὰν αἱρῇ κατασχεῖν τὸ αὐτὸ διὰ τῆς
[2,B]
[…]
νε…[…]τὸ ἥμισυ
μέρος τῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς
ἀντὶ τῶν δραχμῶν χιλίων τετρακοσίων
καὶ ὧν ἐὰν μὴ ἀποδῶ τόκων ἢ τὴν τῶν
ὀφειλομένων καὶ τῶν καὶ τοῦ ὑπερπεσόντος
χρόνου δραχμιαίων τόκων ἐκάστης μνᾶς κατὰ μῆνα πρᾶξιν ποιεῖσθαι ἔκ τε ἐμοῦ καὶ
ἐκ τοῦ ἡμίσους μέρους τῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων μοι πάντων, μὴ ἐλαττουμένου σου
τοῦ Ἀπίωνος τοῦ καὶ Πετοσοράπιος ἐν
τῇ πράξει ὧν ἄλλων ὀφείλω σοι καθʼ ἕτερον
χειρόγραφον δισσὸν δραχμῶν ἑξακοσίων
κεφαλαίου καὶ τῶν τούτων ἀπὸ τοῦ ἐξῆς
μηνὸς Θὼθ τόκων ἐπὶ κυρίᾳ δούλης
μου Ἰσαροῦτος ὃ καὶ εἶναι κύριον
τὸ ἰδιόγραφόν μου τοῦ Πτολεμαίου
χειρόγραφον ὅπερ δισσὸν ἔγραψα. ἔτους
τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς, Μεσορὴ ἐπαγομένων γ.
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.