no image
DDbDP-text
Contrat de prêt en graines et en argent via HGV-meta
Linked by Trismegistos ID
TM 23600.
Each record below describes this same artifact or text from a different angle.
[1]
[… ? lines lost …]
[…]…ου[…]
[…]κατοικούσῃ ἐν κώμῃ Φεβείχει
τοῦ Ἡρακλεοπολίτου νομοῦ. ὁμολογῶ εἰληφέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ δάνειον ἔντοκον διὰ χειρὸς
ἐξ οἴκου ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς
ἑξήκοντα καὶ λαχανοσπέρμου ἀρτάβας δέκα, γίνονται δραχμαὶ ξ
καὶ λαχάνου ἀρτάβαι ι, κεφαλαίου τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον, καὶ διαφόρου τοῦ λαχάνου
ἀρταβῶν τεσσάρων, γίνονται λαχάνου σὺν διαφόρῳ
ἀρτάβαι ιδ, ἅπερ πάντα ἀποδώσω σοι τῷ μηνὶ
Ἐπεὶφ τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως,
τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ, παρά τε
ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων παντοίων, πρασσούσῃ καθάπερ ἐκ δίκης, τὸ δάνειον κύριον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον ὡς
ἐν δημοσίῳ κατακείμενον, μένοντός σοι τοῦ
λόγου πρὸς ἐμὲ καὶ τὸν πατέρα μου περὶ ὧν ἄλλων
ὀφείλομέν σοι δανείων, κυρίων καὶ βεβαίων ὄντων
τῶν προτέρων γραμμάτων. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους β Αὐτοκρατόρων Καισάρων Γαίου
Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαίου Οὐιβίου
Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ
Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Παχὼν ια.
Αὐρήλιος Ἀνουβᾶς δεδάνεισμαι τὰς τοῦ ἀργυρίου
δραχμὰς ἑξήκοντα καὶ λαχάνου σὺν διαφόρῳ
ἀρτάβας δέκα τέσσαρας , καὶ ἀποδώσω ὡς πρόκειται.
Αὐρήλιος Οὐαλέριος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.
[2]
[… ? lines lost …]
[…]κατοικούσῃ ἐν κώμῃ Φεβείχει τοῦ Ἡρακλεοπολίτου
νομοῦ. ὁμολογῶ εἰληφέναι καὶ δεδανεῖσθαι παρὰ
σοῦδάνειον ἔντοκον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου
Σεβαστῶν νομίσματος δραχμὰς ἑξήκοντα καὶ
λαχανοσπέρμου ἀρτάβας δέκα, γίνονται δραχμαὶ ξ καὶ λαχανοσπέρμου ἀρτάβαι ι,
κεφαλαίου τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ
μῆνα ἕκαστον καὶ διαφόρου τοῦ λαχάνου ἀρταβῶν
τεσσάρων, γίνονται λαχάνου σὺν διαφόρῳ ἀρτάβαι ιδ,
ἅπερ πάντα ἀποδώσω σοι τῷ μηνὶ Ἐπεὶφ τοῦ
ἐνεστῶτος ἔτους ἀνυπερθέτως, τῆς πράξεώς
σοι οὔσης καὶ τοῖς παρὰ σοῦ παρά τε ἐμοῦ καὶ ἐκ τῶν
ὑπαρχόντων μοι πάντων παντοίων, πρασσούσῃ καθάπερ ἐκ δίκης, τὸ δάνειον κύριον δισσὸν
γραφὲν πανταχῇ ἐπιφερόμενον ὡς ἐν δημοσίῳ κατακείμενον, μένοντός σοι τοῦ λόγου
πρὸς ἐμὲ καὶ τὸν πατέρα μου περὶ ὧν ἄλλων
ὀφείλομέν σοι δανείων, κυρίων καὶ βεβαίων ὄντων
τῶν προτέρων γραμμάτων. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους β Αὐτοκρατόρων Καισάρων Γαίου
Οὐιβίου Τρεβωνιανοῦ Γ́αλλου καὶ Γαίου Οὐιβίου
Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ
Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Παχὼν ια.
Αὐρήλιος Ἀνουβᾶς δεδάνεισμαι τὰς τοῦ ἀργυρίου
δραχμὰς ἑξήκοντα καὶ λαχάνου σὺν διαφόρῳ
ἀρτάβας δέκα τέσσαρας καὶ ἀποδώσω ὡς πρόκειται.
Αὐρήλιος Οὐαλέριος καὶ ὡς χρηματίζω ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.